Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.25
Not analysed yet
Πορφύριος μὲν ὄνομα λέγει σύνθετον ἐκ τοῦ ὀλοόν καὶ τοῦ μένος, οἱονεὶ τὴν ἔχουσαν οὖλον ἤτοι ὀλέθριον μένος. ἕτεροι δὲ μετοχὴν μέσου ἀορίστου δευτέρου, ἵνα λέγῃ παθητικῶς οὐλομένην Ἰωνικῇ ἐπενθέσει τοῦ υ τὴν ὀλομένην καὶ ἀξίαν ὀλέσθαι, ὅπερ καὶ ὀλουμένη καὶ ἀπολουμένη λέγεται κατὰ χρόνον μέσου δευτέρου μέλλοντος. κατὰ δέ τινας οὐκ ἔστιν ἡ λέξις κυρίως παθητικὴ ἐνταῦθα κατὰ τὸ ὀλόμενος καὶ ὀλούμενος, ἀλλὰ ἐν μόνῃ φαίνεται φωνῇ· οἳ καὶ καλῶς λέγουσιν. ὅτι γὰρ ἐνέργειαν σημαίνει, δηλοῖ ὁ ποιητὴς ἐπαγαγὼν τὸ «ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε» μονονουχὶ λέγων κατὰ λόγον ἐπεξηγήσεως, ὅτι οὐλομένην τὴν μῆνίν φημι, οὐχ' ὅτι αὐτὴ ἔπαθέ τι, ἀλλ' ὅτι μάλιστα ἐνήργησεν· ἔθηκε γὰρ ἄλγεα μυρία τοῖς Ἀχαιοῖς. Τὸ δὲ ἔθηκεν οὐ μόνον ἀντὶ τοῦ ἐποίησε νοεῖται καὶ ἐπέθηκεν, ἀλλὰ καὶ ἄλλως γλαφυρώτερον. ἐπεὶ γὰρ ἐναντία τὸ φύσει καὶ τὸ θέσει, δοκεῖ λέγειν ὅτι οὐ φύσει ἤλγησαν οἱ Ἕλληνες οὐδὲ κατά τινα νοσερὰν ἀκολουθίαν, ἀλλὰ θέσει διὰ τὴν οὐλομένην μῆνιν, ἧς μὴ γενομένης ἡ φύσις οὐκ ἂν ἄρτι τοὺς Ἀχαιοὺς ἔβλαψεν. ὃ παραδηλοῦταί πως κατωτέρω καὶ ἐν τῷ προΐαψεν, εἴ τις ἐκεῖ τὴν πρόθεσιν νοήσει χρόνου δηλωτικήν. Τὸ δέ «μῆνιν οὐλομένην» μετακλιθὲν εἰς τὸ «ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε» σχῆμα ἐποίησεν, ὃ κλίσις ἢ μετάκλισις λέγεται, ὡς μετ' ὀλίγα σαφέστερον ῥηθήσεται. Μυρία δὲ ἢ ἀορίστως τὰ πολλὰ λέγει καὶ παροξύνεται ἡ λέξις πρὸς διαστολὴν ὡρισμένου ἀριθμοῦ τοῦ μύρια, ἢ κατά τινας τὰ θρήνων ἄξια ὡς ἀπὸ τοῦ μύρεσθαι, ὃ δηλοῖ ποιὸν ἦχον γοερόν, ἐξ οὗ καὶ τὸ μορμύρειν ἐπὶ ὑδάτων γίνεται καὶ ὁ κλαυθμυρισμός. Ἰστέον δὲ ὅτι τῶν πλειόνων παροξυνόντων μὲν τὸ ἀόριστον τὰ μυρία, προπαροξυνόντων δὲ τὸ ὡρισμένον ἤγουν τὰς δέκα χιλιάδας, Ἡρωδιανὸς ἑκάτερα ὀφείλειν φησὶν ὀξυτονεῖσθαι κατὰ τὴν τρίτην ἀπὸ τέλους, ὅ ἐστι κατὰ τὴν προπαραλήγουσαν· καὶ λέγει καὶ κανόνα τινὰ εἰς τοῦτο ἐκεῖνος, [ἐν ᾧ καὶ τὸ ἀρσενικὸν ὁ μύριος προπαροξύνεται κατὰ τὸ Λύδιος, ὡς ἐπὶ μὲν παρατελευτώσης διὰ τοῦ ι συνεσταλμένου λεγόμενον, κατὰ δὲ τὴν τρίτην ἀπὸ τέλους μακρὸν ὄν. καὶ τὸ μύριον δὲ ὁμοίως, ἐπεὶ τὰ παρεσχηματισμένα οὐδέτερα ἀρσενικοῖς ὁμότονα αὐτοῖς ἐστιν.] Ὅρα δὲ ὅτι ἔχων ὁ ποιητὴς εἰπεῖν «μυρί' Ἀχαιοῖς ἄχε' ἔθηκεν», οὐκ ἠθέλησε παῖξαι μέθοδον διδοὺς τοῦ μὴ ληρεῖν τινας τὰ παραπίπτοντα. καὶ γὰρ ἤρκεσαν αὐτῷ ἱλαρῦναι τὸ τῶν ἐννοιῶν σκυθρωπὸν τὰ τρία πάρισα, τὸ ἔθηκε, τὸ προΐαψε καὶ τὸ τεῦχε. καὶ οὐκ ἠθέλησεν εἰς πλέον καλλωπίσαι· ὃς καὶ τὸ τεῦχεν οὐκ ἐν τέλει στίχου ἔθετο, ἐπέκρυψε δέ πως, ἵνα μὴ ἐπιβούλως δοκῇ πρὸς ἐμφανὲς κάλλος γράφειν ἔξω καιροῦ. Σημείωσαι δὲ καὶ ὅτι ἐν μὲν Ὀδυσσείᾳ εἰπών «ἄνδρα πολύτροπον» καὶ «πολλὰ