Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.241
Not analysed yet
καὶ βηλὸν λέγει, θεσπέσιον μέντοι. ὅτι δὲ οὐδὸς παρὰ τὸ ὁδεύεσθαι, ὡς εἴρηται, γίνεται, δηλοῦσι καὶ παρὰ Σοφοκλεῖ ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ πολλὰ τῶν ἀντιγράφων ὁδόν δίχα τοῦ υ γράφοντα τὸν οὐδὸν ἐν τῷ, «καταράκτην ὁδὸν χαλκοῖσι βάθροισι γῆθεν ἐρριζωμένον». καὶ τοῦτο μὲν τοιοῦτον. Βηλὸν δέ τινες τῶν ἀρχαίων ἐνταῦθά φασι τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν ἄστρων, ἕτεροι δὲ τὸν ἀνωτάτω καὶ πάντα περιέχοντα ἀέρα. τινὲς δέ φασι τὸν τοιοῦτον βηλὸν κατὰ Δρύοπας μὲν Ὄλυμπον εἶναι, κατὰ δὲ Χαλδαίους οὐρανόν. Ὀξύνεται δὲ ὁ ῥηθεὶς βηλός· τὸ δὲ κύριον καὶ ποταμοῦ δὲ ὄνομα προπερισπᾶται, [ἵνα κἀνταῦθα διάφορος εἴη τόνος πρὸς τὸ τῆς σημασίας διάφορον, τὸ μυριαχοῦ φαινόμενον, ὁποῖόν τι καὶ τὸ ὀχή μὲν ὀξυτόνως ἡ τροφή, ἀφ' ἧς καὶ τὸ εὐοχθεῖν κατά τινας παρ' Ἡσιόδῳ καὶ ἡ εὐωχία δὲ κατὰ ἔκτασιν. ὅμοιον δὲ πρὸς τὰ ῥηθέντα καὶ τὸ πλεῖον πλείονος τὸ συγκριτικὸν καὶ τὸ πλειών ὀξυτόνως κατὰ περιοχὴν ὁ ἐνιαυτὸς ὁ καιρικὰ πλείω ἐμπεριειληφώς. ἔτι δὲ Τύρος πόλις βαρυτόνως καὶ τυρὸς ὀξυτόνως ὁ ἀπὸ γάλακτος. καὶ νόμος μὲν ὁ τὸ δίκαιον διδούς, νομὸς δὲ ἐν ὀξείᾳ τάσει ὁ τῆς νομῆς τόπος καὶ ὁ κατὰ Αἰγυπτίους ἐν ἐνορίαις. καὶ καιρὸς μὲν κατὰ τόνον ὀξὺν ὁ χρονικός, καῖρος δὲ προπερισπωμένως τὸ μίτωμα, ὃ καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται. καὶ Ἄνεκτος μὲν προπαροξυτόνως κύριον, ἀνεκτὸς δὲ ὀξυτόνως ὁ φορητός. ὁμοίως καὶ Νικήτης μὲν κύριον, νικητὴς δὲ ὁ νικήσας. καὶ Κάκος μὲν λῃστής, κακὸς δὲ τὸ ἐπίθετον. καὶ ἄλλα δὲ ὅμοια πολλά.] Ἰστέον δὲ ὅτι ἡ τοῦ Ἡφαίστου ῥῖψις οὐρανόθεν καὶ τοιοῦτόν τι δηλοῖ, ὡς ὁ ἄνω τόπος ὁ αἰθέριος, περὶ ὃν οἱ θεοί, οὐδὲν φθαρτικὸν καὶ ἐπιβλαβὲς καὶ ὅλως φαῦλόν τι παραμένον ἔχουσι. διὸ οὔτε ὁ μυθικὸς Βρόντης καὶ Στερόπης καὶ Ἄργος φιλοῦνται τῷ Διΐ, ἀλλὰ καὶ ἡ Ὁμηρικὴ Ἄτη ἐκεῖθεν κατηνέχθη. ὅθεν καὶ λόφος Ἄτης ἐν Τροίᾳ παρὰ Λυκόφρονι, ἔνθα ὑπὸ