Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.242
Not analysed yet
Διὸς ἐκείνη ἐρρίφη, ὡς καὶ ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου δηλοῦται. οὕτως οὖν καὶ ὁ καυστικὸς Ἥφαιστος ἐκεῖθεν ὀστρακιζόμενος ῥίπτεται· οἱ δὲ Τιτᾶνες καὶ ὑποταρτάριοι γίνονται, οὓς ἡ ἀλληγορία δηλοῖ. Ἰστέον δὲ ὅτι ἐν τῷ «ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο» [τὸ μὲν ῥῖψε ποδὸς τεταγών ἤγουν τείνας ἢ λαβόμενος, ὡς εἰρήσεται, ἀστείως ἔφη, ὡς εἰ καὶ λαγὼν ἤ τι τοιοῦτον ἑλὼν ὁ Ζεὺς καὶ κουφίσας ἐκ ποδὸς ἐξέρριψε.] Θεσπέσιος [δὲ] βηλὸς εἴρηται πρὸς διαστολὴν τῶν μὴ θείων ἀλλὰ βεβήλων. Τὸ δὲ τεταγών Ἰωνική ἐστι μετοχὴ μετὰ συνήθους ἀναδιπλασιασμοῦ ἐν χρόνῳ ἀορίστῳ δευτέρῳ ἐκ τοῦ τάζω τάξω, ἐξ οὗ καὶ τὸ τόξον, ὅθεν ἀόριστος πρῶτος οὐ χρηστὸς ἔταξα, δεύτερος ἔταγον, οὗ μετοχὴ ταγὼν καὶ Ἰαστὶ τεταγών. [Οἱ δὲ τεχνικοὶ ἐθάρρησαν εἰπεῖν καὶ ὡς ἐκ τοῦ τῶ τὸ λαμβάνω γίνεται τάζω κατὰ παραγωγήν, ὡς φρῶ φράζω, ῥῶ ῥάζω τὸ ῥαίνω, καὶ ἐξ αὐτοῦ τὸ τεταγών κατὰ τὴν ῥηθεῖσαν ἐπιβολήν, ἵνα ᾖ ποδὸς τεταγὼν ἤγουν λαβὼν ἔρριψεν. ἐκ δὲ τοῦ ῥηθέντος τῶ καὶ τὸ τῆ, ὅ ἐστι λάβε, γίνεται κατὰ τὸ ζῆ προστακτικὸν τὸ καὶ παρὰ Σοφοκλεῖ.] (v. 592—4) Ὅτι φησὶν ὁ μυθικὸς Ἥφαιστος καὶ ταῦτα· «πᾶν δ' ἦμαρ» ἤ «πανδῆμαρ φερόμην», ὅτε δηλαδὴ ὁ Ζεὺς αὐτὸν ἄνωθεν ἔρριψεν, «ἅμα δ' ἠελίῳ καταδύντι κάππεσον ἐν Λήμνῳ· ὀλίγος δέ μοι θυμὸς ἐνῆεν». καὶ ὅρα ὅτι τὸ φέρεσθαι μὲν λέγεται παρὰ τῷ ποιητῇ ἐπὶ κινήσεως, ἡ δὲ φορὰ οὐχ' εὕρηται παρ' αὐτῷ. λέγει δὲ καὶ ὅτι ἐνταῦθά με πεσόντα Σίντιες ἄνδρες κομίσαντο. ταῦτα δὲ μύθου τε πιθανότητα ἔχουσιν ἀσφαλῆ ἐν τῷ πλάσματι, ὡς ἐξ ἀφορμῆς τινος ἱστορικῆς, καί που καὶ ἀλληγορικῶς θεραπεύονται. μυθικῶς μὲν γὰρ ἀκόλουθον ἦν τῇ ἄνωθεν ῥίψει τοῦ Ἡφαίστου τὸ καὶ εἰς γῆν που εἰπεῖν κατενεχθῆναι αὐτὸν καὶ περισωθῆναι ὑπό τινων περί τινα καιρόν. καὶ τοίνυν ἦν ἡ μὲν γῆ Λῆμνος, οἱ δὲ ἄνδρες Σίντιες, ὁ δὲ καιρὸς ἠέλιος καταδὺς ἤγουν ἑσπέρα, ὅθεν καὶ ἱερὰ ἡ Λῆμνος ἐνομίσθη Ἡφαίστου καὶ ἱκανῶς ἐτιμᾶτο ἐκεῖ καὶ πόλις Ἡφαιστία ἦν αὐτόθι. καὶ ὁ μὲν μῦθος οὕτω πιθανῶς πέπλασται, ἡ δὲ ἀλληγορία κατὰ τὸ δυνατὸν συμβιβαζομένη τοιαῦτά τινα νοεῖ. ὁ ῥιπτόμενος μὲν Ἥφαιστος οὐρανόθεν εἴη ἂν ἡ τῶν ἄνωθεν κατασκηπτόντων εἰς γῆν πυρωδῶν κατένεξις,