Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.243
Not analysed yet
ᾧτινι Ἡφαίστῳ καὶ ὀλίγος θυμὸς ἔνεστι, διότι τὰ τοιαῦτα ἐπ' ὀλίγον ἐξαρκεῖ. τὰ μὲν γὰρ πολλὰ ἐν τῷ μέσῳ σβέννυνται, ὅσα δὲ καὶ μέχρι γῆς ἐνεχθῶσι, ταχὺ ἀφανίζονται καὶ αὐτά, εἰ μή τινος ὕλης δραξάμενα βραχύ τι παραμείνωσι. καὶ τοιαύτη μὲν ὁλικώτερον ἡ περὶ τοῦ τοιούτου Ἡφαίστου ἀλληγορία. Τὸ δὲ ἐν Λήμνῳ κατενεχθῆναι αὐτὸν τῇ μυθικῇ συμβάλλεται πιθανότητι ὡς ἀπὸ ἱστορίας, οὐχ' ὡς τῶν ἀερίων ἐκπυρωμάτων ἐν Λήμνῳ καταπιπτόντων, ἀλλ' ὅτι πῦρ καὶ ἐκεῖ γῆθεν ἀνεδίδοτό ποτε αὐτόματον. διόπερ [ἀποκληρωτικῶς] ἔδοξε τῷ μύθῳ αὐτόθι καταρρῖψαι τὸν Ἥφαιστον ὡς εἰς τόπον τινὰ συγγενῆ. προσφυὴς γὰρ πάντως τῷ πυρὶ Ἡφαίστῳ τόπος πῦρ τε ἀναβλύζων καὶ ἄλλα σημεῖα ἔχων θερμότητος, οἷον τὴν τῶν ἐκεῖ θερμῶν ὑδάτων ἀνάδοσιν, τὸ ψιλὸν τῆς γῆς, τὴν πενίαν τῆς πιότητος. διὸ οὐδὲ λασία ἐστὶν ἡ νῆσος ὕλαις ὀρειναῖς. οὕτω καὶ τὸν Τυφῶνα ὁ μῦθος πνεῦμα μὲν ὄντα θερμὸν καὶ ἀπὸ τοῦ τύφω τὸ καίω παρονομαζόμενον, δαίμονα δὲ ὅμως λεγόμενον ἀντίπαλον τῷ Διΐ, ὁ μῦθος εἰς τόπον ἄγει προσφυῆ. ἀπάγει γὰρ αὐτὸν εἰς τὴν Σικελίαν καὶ ἐκεῖ καταθεὶς αὐτὸν ἐπικεῖσθαι μὲν τῷ Τυφῶνι τὴν Αἴτνην τὸ ὄρος λέγει, τὸν δὲ Τυφῶνα κάτωθεν κρατῆρας ἀναφυσᾶν πυρός. τοῦτο δὲ ποιεῖ ὁ μῦθος διὰ τὸ ἀληθῶς καὶ ἐν τῇ Αἴτνῃ πῦρ κάτω μὲν ὑποτύφεσθαι, ἄνω δὲ ἐκφυσᾶσθαι ἀναπεμπόμενον. ὥσπερ οὖν ἐκεῖ ἔδοξε τῷ μύθῳ ὑποθεῖναι τὸν Τυφῶνα τῇ Αἴτνῃ, οὕτω κἀνταῦθα ἠθέλησε τῇ πυροέσσῃ Λήμνῳ ἐπιρρῖψαι τὸν Ἥφαιστον. καὶ οὕτω μὲν ταῦτα. (v. 594) Ἡ δὲ ἱστορία καὶ ἄλλως προσοικειοῖ τῷ Ἡφαίστῳ τὴν Λῆμνον, οὐ μόνον διὰ τοὺς ἐν αὐτῇ γῆθεν ἀναβαίνοντας κρατῆρας τοῦ πυρός, ὡς εἴρηται, ἀλλὰ καὶ διότι χαλκεῖς ἄνδρας ἤνεγκέ ποτε ἡ νῆσος, οἳ πρῶτοι χαλκευσάμενοι βέλη διὰ τοῦτο Σίντιες ἐπεκλήθησαν διὰ τὸ σίνεσθαι ἤτοι βλάπτειν τῇ εὑρέσει τῶν ὅπλων. οἱ τοιοῦτοι καὶ ἄφαρ κομίσασθαι λέγονται τὸν Ἥφαιστον πεσόντα. δηλοῖ δὲ ὁ λόγος, ὡς, εἰ καὶ ἀλλαχόθι τοιαῦτά εἰσι πυρά, ὅμως οἱ Λήμνιοι ᾠκείωνται τῷ Ἡφαίστῳ μάλιστα καὶ διὰ τὴν χαλκευτικὴν τέχνην, δι' ἣν καὶ κλυτοτέχνης αὐτὸς λέγεται, ὡς οὐ μόνον πῦρ αὐτόματον ἔχοντες, ἀλλὰ καὶ ὡς ἄλλως τοῦ πυρὸς ἐπιμελόμενοι καὶ διὰ τὴν τέχνην περιποιούμενοι αὐτόν. ἔστι γὰρ κομίσασθαι τὸ ἐπιμεληθῆναι· ἐξ οὗ καὶ κομιδὴ ἡ ἐπιμέλεια καὶ κομιδῇ ἐπίρρημα ἀντὶ τοῦ λίαν καὶ ἐν πάσῃ ἐπιμελείᾳ. καὶ ἄλλως δὲ Σίντιες οἱ Λήμνιοι, καθότι πειραταὶ ἦσαν, ὡς ἡ ἱστορία φησίν· ὥστε εἶναι καὶ αὐτοὺς Λήμνια κακά, καθάπερ ὕστερον αἱ γυναῖκες, αἳ τοῖς ἀνδράσιν ἐν Λήμνῳ εἰς φόνον ἐπε-