Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.244
Not analysed yet
βούλευσαν. καὶ ἄλλως δὲ ὡς οἱ Λήμνιοι ἄγριοι δηλοῖ καὶ παροιμία Λημνίαν χεῖρα εἰποῦσα τὴν ἀπαραίτητον καὶ Λήμνιον βλέπειν ἀντὶ τοῦ δεινὸν καὶ πυρῶδες. ἐκεῖθεν δὲ καὶ Λήμνιον κακὸν ἢ ἀπὸ τῆς κατὰ στόμα δυσωδίας τῶν Λημνιάδων ἢ μᾶλλον ἀπὸ τῶν θρυλλουμένων φόνων. δηλοῖ δέ τι περὶ τούτου καὶ Ἡρόδοτος. ὅτι δὲ οἱ Σίντιες οὗτοι καὶ ἑτέρως ὕστερον ὠνομάσθησαν, δηλοῦται ἐν τοῖς τοῦ Περιηγητοῦ. ὅρα δὲ ὅπως ὁ μὲν βλαπτικὸς σίντης λέγεται διὰ τοῦ η, ὡς ὁ Χρύσης, τὸ δὲ ἐθνικὸν διὰ τοῦ ι καὶ ἔχει τὴν κλίσιν τοῦ ὄφεως. ὅτι δὲ πρὸς ἄλλαις κλήσεσι καὶ Σίντοι ἐλέγοντο οἱ τοιοῦτοι Σίντιες, ὁ Γεωγράφος φησίν. [Ὡς δὲ καὶ Σίνις Σίνιδος ὕστερον λῃστὴς δίχα τοῦ τ, αἱ ἱστορίαι δηλοῦσι περιᾴδουσαι καὶ αὐτόν, καθὰ καὶ τὸν Σκείρωνα καὶ τὸν Πιτυοκάμπην καὶ τὸν Κάκον καὶ τὸν Λίβυν Ἀνταῖον καὶ τοὺς τοιούτους. καί εἰσιν ἀληθῶς φερώνυμα τὸ Σίντιες οἱ παρ' Ὁμήρῳ καὶ ὁ Σίνις, ἐπὶ κακῷ μέντοι, ἵνα καὶ αὐτοὶ ὡς βλαπτικοὶ κατὰ τὴν παροιμιαζομένην Σιδηρώ, θρασεῖαν ἐκείνην γυναῖκα, φέροιεν τὸ οἰκεῖον ὄνομα. (v. 593) Τὸ δέ «ὀλίγος θυμὸς ἐνῆεν» ἔχει μὲν ἀκόλουθόν ποτε τὸ καὶ θανεῖν ἂν τὸν Ἥφαιστον ὀλιγούμενον, λύεται δὲ καὶ ἄλλως μὲν τῷ μὴ ἐξ ἀνάγκης ἀεὶ τῇ ὀλιγώσει φθορὰν ἐπακολουθεῖν, μάλιστα δὲ ἀλληγορικῶς τῷ μὴ ὀλιγούμενα τὰ ἐναέρια πάθη, ἐν οἷς ἐστι καὶ τὰ κατὰ τὸν Ἥφαιστον, ἤδη καὶ παντελῶς ἐπιλείπειν, ἀλλ' εἶναι εἰσαεὶ κατὰ τὸ γίνεσθαι πάλιν καὶ πάλιν. ὅρα δὲ ὡς κομίζω μὲν τὸ ἁπλοῦν, ἱπποκομῶ δὲ καὶ νοσοκομῶ τὰ σύνθετα.] (v. 591 s.) Ἰστέον δὲ καὶ ὅτι δύο ῥίψεις τοῦ Ἡφαίστου ὁ μῦθος λέγει, προτέραν μὲν τὴν μετὰ γένεσιν ὑπ' αὐτῆς τῆς Ἥρας, ὅτε καὶ ἐχωλάνθη· δευτέραν δὲ τὴν ὑπὸ τοῦ Διός, ὅτε τῇ μητρὶ ἀλεξῆσαι ἤθελε δεσμευθείσῃ πρὸς τοῦ Διός. Τὸ δὲ πανῆμαρ τὸν Ἥφαιστον οὐρανόθεν εἰς γῆν φέρεσθαι, εἰ καὶ θεραπεύεται τοῖς ἀλληγορηταῖς, ἀλλὰ τῷ μύθῳ μάλιστα δοτέον πρὸς ἔνδειξιν τοῦ ἐν μέσῳ πλείστου διαστήματος κατὰ τὸ «ὅσον οὐρανός ἐστ' ἀπὸ γαίης». (v. 594) [Τὸ δὲ ἄφαρ, ὃ μέχρι καὶ ἐς ἄρτι περιφέρεται παρὰ τοῖς λέγουσιν ἀφαρί τὸ αὐτίκα, οὐ κολλητέον μετὰ τοῦ πεσόντα—οὐ γὰρ ἂν ἄφαρ, ἤγουν εὐθέως, πέσοι ὁ πᾶν ἦμαρ φερόμενος—ἀλλὰ μετὰ τοῦ κομίσαντο, ἵνα λέγῃ ὅτι μετὰ τὸ πεσεῖν ἐπιμέλειαν ἔσχεν εὐθὺς φιλοξενικήν, ἣν ὀκνεῖ διασκευάζειν ὡς ἄκαιρον.