Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.245
Not analysed yet
ὅτι δὲ τὸ ἄφαρ ἐκ τοῦ ἅπτω ἅψω ἧφα γίνεται συστολῇ Δωρικῇ καὶ ψιλώσει Αἰολικῇ καὶ ὅτι δηλοῖ τὸ αὐθωρόν καὶ συναπτῶς ὡς ἐκ τοῦ ἅπτω, δηλοῦται καὶ ἀλλαχοῦ.] (v. 596) Ὅτι κύπελλον ποτηρίου εἶδος ἐπὶ τὰ ἔσω κύπτον οὕτω λεγόμενον ὡς ἀπὸ τοῦ ἔκυπον δευτέρου ἀορίστου. τὸ δ' αὐτὸ καὶ ἀμφικύπελλον λέγεται οἱονεὶ πανταχόθεν ἐπὶ τὰ ἔσω κεκυφός· πολλάκις γὰρ ἡ ἀμφί πρόθεσις τὸ κύκλῳ σημαίνει, ὡς δηλοῖ καὶ τὸ «νῆσος ἀμφίαλος» καὶ «βροντὴ ἀμφίπυρος» ἡ πάντοθεν κεραυνώσασα καὶ οὕτω πυρώσασα. ἄλλοι δὲ κύπελλον τὸ οἰνηρόν φασι ποτήριον, εἰς ὃ χύεται, τουτέστιν ἐγχέεται, πηλὸς εἴτ' οὖν οἶνος. χρὴ δὲ εἰδέναι, ὅτι τὸ ἀμφικύπελλον, ὡς Ἀριστοτέλης ἐμφαίνει, καινήν τινα κατασκευὴν ἔχει καὶ ἀξίαν ἐν τοῖς νῦν ζητήσεως. φησὶ γὰρ ἐκεῖνος, ὅτι αἱ θυρίδες τοῦ μέλιτος ἀμφίστομοι· περὶ γὰρ μίαν βάσιν δύο θυρίδες εἰσὶν ὥσπερ τῶν ἀμφικυπέλλων, ἡ μὲν ἐκτός, ἡ δ' ἐντός. Ἀριστοτέλης μὲν οὖν ὡς ἀπὸ δήλων τῶν ἀμφικυπέλλων ἱστόρει τὰ τοῦ μέλιτος. νῦν δὲ χρὴ τὸ μέλι κατασκέψασθαι, ἵνα νοηθῇ καλῶς ἐξ αὐτοῦ τὸ ἀμφικύπελλον. τέως γε μὴν ὡς ἐν εἰκασμῷ δοκεῖ ταὐτὸν εἶναι ἀμφικύπελλον εἰπεῖν καὶ δικύπελλον, ὡς κατὰ τὰς ἀντιθέτους θυρίδας ἤτοι σύριγγας καὶ θήκας τοῦ μέλιτος μιᾷ βάσει, τουτέστι πυθμένι, δύο κυπέλλων διοικουμένων ὡς ἐν διδυμότητι, τοῦ μὲν ἄνω, τοῦ δὲ κάτω, ἵνα καὶ ἡ βάσις ἐν τοῖς τοιούτοις εἴη, ὅτε δεήσει, πρὸς πόσιν χρήσιμος. (v. 595) Ὅτι τὴν ἔριν τὴν σφοδράν, τὴν μέσον Ἥρας καὶ Διός, ἔπαυσεν ἐνταῦθα οὐ μόνον ἀπειλὴ Διὸς καὶ φόβος, ὃν ἡ Ἥρα ἔπαθεν, ἔτι δὲ καὶ συμβουλὴ τοῦ Ἡφαίστου ἐχέφρων, ἀλλὰ καὶ ἀστεῖος τοῦ αὐτοῦ λόγος κινήσας τὴν Ἥραν εἰς μειδίαμα. σύνηθες δὲ Ὁμήρῳ, καθὰ καὶ προείρηται, ὁπηνίκα τὰς τῶν πραγμάτων δυσχερείας αὐξήσει καὶ εἰς παντελῆ δυσκολίαν ἀναγάγοι, τοιούτοις τισὶ νοήμασι χρῆσθαι εἰς λύσιν τοῦ κινδυνώδους καὶ ἀλύτου τῶν περιπετειῶν. μειδίαμα δὲ Ἥρας μυθικῶς μὲν τὸ ἐπὶ τοῖς ἀστείοις λόγοις Ἡφαίστου τοῦ παιδὸς διαχεθῆναι αὐτὴν καὶ ὑπογελάσαι· ἀνθρωποπαθὲς γὰρ παρὰ τοῖς ποιηταῖς τὸ δαιμόνιον φῦλον, ὡς καὶ προγέγραπται. διὸ καὶ θυμοῦσθαι Ζεὺς καὶ Ἥρα ἐνταῦθα λέγονται ἀλλήλοις καὶ Ἥφαιστος ἄνωθεν ῥιπτεῖσθαι κάτω καὶ σῴζεσθαι ὑπὸ ἀνθρώπων καὶ ὀλίγον ἔχειν θυμόν, ὅπερ παρὰ τοῖς ὕστερον συνθέτως ὀλιγοθυμεῖν λέγεται. καὶ οἱ θεοὶ ἄσβεστον γέλων παθεῖν λέγονται ἐπὶ τῷ Ἡφαίστῳ πονουμένῳ καὶ σπεύδοντι, ἐπειδὴ ἀνθρωπίνως γέλοιον ἀμφιγυήεις ἀνὴρ συντόνως κινούμενος καὶ τῇ