Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.246
Not analysed yet
χωλείᾳ κυμαινόμενος, οἷον καὶ ὧδε καὶ ἐκεῖ παραφερόμενος. οὕτω γοῦν καὶ Ἥρα οὐκ ἄσβεστον καὶ χανδὸν γελῶσα, μειδιῶσα δὲ σεμνότερον, ὡς τοιούτῳ προσώπῳ ἔπρεπε, τὸ τοῦ παιδὸς ἐδέξατο χειρὶ κύπελλον. ἡ δὲ ἀλληγορία μειδίαμα Ἥρας τὴν ἐν τῷ ἀέρι βούλεται νοεῖν ἡσυχίαν καὶ ἱλαρότητα τὴν ἐκ τοῦ γαληνιᾶν, καθά που καὶ εἰρήνη γλυκὺ μειδιᾷ καὶ ἡμέρα διαγελᾷ καὶ ἡ χθὼν γελᾶν λέγεται παρὰ τῷ ποιητῇ, ὡς φανήσεται· καὶ αἰγιαλὸς δὲ ὁμοίως παρ' ἑτέρῳ ποιητῇ γελᾷ κύμασιν ἐαρινοῖς ἠρέμα κλυζόμενος. φησὶ δέ που καὶ Ἱμέριος, ὅτι ἦρος ἡ γῆ μειδιᾷ ἡδύ τι καὶ χρυσαυγές. τὸ δὲ τοιοῦτον τῇ Ἥρᾳ μειδίαμα Ἥφαιστος περιποιεῖται, δηλαδὴ θερμότης κατακρατήσασα καὶ σκυθρωπότητα χειμερινὴν ἀπελάσασα, ὅτε οὐ μόνον μειδιᾶν ἡ Ἥρα λέγεται ἀλλὰ καὶ χρυσόθρονος εἶναι, καθάπερ ὁ ποιητὴς κατωτέρω φησί, διὰ τὴν ἐκ τοῦ πυρσοειδοῦς καὶ χρυσοφαοῦς ἡλίου ἐν ἀέρι λαμπρότητα. ὁ δὲ τοιοῦτος Ἥφαιστος καὶ κυπελλοφόρος γίνεται τῇ Ἥρᾳ διὰ τὴν σύμμετρον ἀναθυμίασιν, ἣν ἀνάγουσα ἡ θερμότης εἰς ἀέρα διαδίδωσι. (v. 597 s.) Λέγεται δὲ καὶ τοῖς ἄλλοις θεοῖς ἐνδέξια πᾶσιν οἰνοχοεῖν γλυκὺ νέκταρ ἀπὸ κρατῆρος ἀφύσσων, ἐπειδὴ ταῖς κάτωθεν ἀναγομέναις ὑγρότησι καὶ οἱ ἀστέρες, οἳ θεοὶ λέγονται παρὰ τὸ θέειν, ἐδόκουν τρέφεσθαι κατὰ τὴν τῶν Ἑλλήνων δόξαν. ἃς δὴ ἀναθυμιάσεις νέκταρ ὁ μῦθός φησιν ἀντλούμενον ὡς ἀπὸ κρατῆρός τινος τῶν περὶ γῆν κοιλάνσεων. ἐνδέξια δὲ οἰνοχοεῖν λέγει τὸ ἐπιδεξίως ἢ ἀρξάμενον ἐκ τῶν δεξιῶν. (v. 598) Ἰστέον δὲ ὅτι τὸ οἰνοχοεῖν οὐ κυριολεκτεῖται ἐπὶ τοῦ νέκταρος ἀλλὰ πάντως ἐπὶ τοῦ οἴνου· τέθειται δὲ κατ' ἀνάγκην καὶ ἐπὶ νέκταρος, ὡς καὶ ἐν τῇ γάμμα ῥαψῳδίᾳ φανήσεται, διὰ τὸ μὴ εὐπορεῖν τὸν ποιητὴν σεμνοτέρας συμποσιακῆς λέξεως. εἰσὶ δὲ καὶ ἕτερά τινα τοιαῦτα, οἷον καὶ τὸ «ἐχειρονόμησε τοῖς σκέλεσιν ὁ Ἱπποκλείδης ἐκεῖνος», ὃς καὶ μεμφθεὶς εἶπε τὸ θρυλλούμενον, ὡς οὐ φροντὶς Ἱπποκλείδῃ. καὶ ἐνταῦθα γὰρ τὸ χειρονομεῖν οὐκ ἔστι κυρία λέξις ἐπὶ ποδῶν. τοιοῦτον καὶ τὸ «τρισχίλιαι ἵπποι κατὰ τὸ ἕλος βουκολέοντο». οὐ γὰρ οἰκεῖον ἐπὶ ἵππων τὸ βουκολεῖν. [Ἰστέον δὲ ὅτι τε ἀστείως ὁ κωμικὸς Ἀντιφάνης ἀνάπαλιν πρὸς τὸ «ὠρχήσατο σκέλεσιν» ἔφη τὸ «οὐχ' ὁρᾷς ὀρχούμενον ταῖς χερσὶ τὸν βάκηλον;» καὶ ὅτι ὅμοιον τοῖς εἰρημένοις καὶ τὸ «εἶχεν ἐπὶ χειρὸς πέδην», ὅθεν σύνθετον ἡ χειροπέδη· καὶ γὰρ πέδη κυρίως ἐπὶ ποδῶν. ἔτι] ἰστέον καὶ