Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.247
Not analysed yet
ὡς τὸ μὲν οἶνον οἰνοχοεῖν καὶ βουλὴν βουλεύειν καὶ τὰ τοιαῦτα σύστοιχα καὶ ὁμοειδῆ ὄντα ὀρθῶς φράζεται διὰ συνήθειαν καὶ σαφήνειαν. καὶ γοῦν ὁ Παραβάτης ἔν τινι μύθῳ, οὗ ἀρχή «πλουσίῳ ἀνδρὶ πρόβατα ἦν πολλά» γράφει καὶ ὅτι βουκόλοι βοῶν, αἰγῶν αἰπόλοι, ἱπποφορβοὶ ἵππων καὶ πολλὰ κτήματα. καὶ τὰ μὲν τοιαῦτα συνηθέστερον ἔχει, ὡς εἴρηται. τὸ δὲ ἄλλως ἀνομοειδὲς ἔχει καινότητα, οἷον τὸ «τρισχίλιοι ἵπποι κατὰ ἕλος ἐβουκολοῦντο», ὧν τοὺς νομέας ἱπποβουκόλους ἀκολούθως Ὁμήρῳ Εὐριπίδης φησί, καὶ «ἐχειρονόμησε σκέλεσι» καὶ «νέκταρ ἐῳνοχόει». ἐπενοήθη δὲ ταῦτα διὰ συντομίαν λόγου. οἰνοχοεῖν μὲν γὰρ νέκταρ τὸ ἐγχέειν νέκταρ δίκην οἴνου, οὗ χρεία τῷ συμποσίῳ· χειρονομεῖν δὲ σκέλεσι τὸ ποιεῖν τοῖς ποσίν, ὅπερ ὁ χειρονομῶν. τρισχίλιαι δὲ ἵπποι ἐβουκολοῦντο ἤτοι ἐνέμοντο σὺν βουσὶν ἢ ἐνέμοντο ἔνθα καὶ βόες ἄν. ὅμοιον καὶ τὸ «ᾠκοδόμησε πόλιν» ἤγουν πόλιν καὶ οἴκους ἔδειμε. τὸ μέντοι «ᾠκοδόμησε θυσιαστήριον» πάνυ καινῶς εἴρηται. καὶ παρὰ Λυκόφρονι δὲ τὸ «λέοντα κείροντα ὀδόντι καὶ γνάθοις λήϊον» ἐμφαίνει γοργῶς, ὅτι ὁ Τήλεφος ὅμοιος ἦν καὶ λέοντι καὶ συῒ δέ· λέων γὰρ οὐ κείρει λήϊον. τοιούτου τύπου καὶ παρὰ τῷ Κωμικῷ τὸ «βουθυτεῖ ὗν καὶ τράγον». οὕτω δὲ καὶ Εὐριπίδης φησὶ τὴν Μήδειαν τοκάδος δίκην λεαίνης ταυρουμένην, ἤγουν ἀγριουμένην ὡς λέαιναν καὶ ὡς ταῦρον. ἰστέον δὲ καὶ ὅτι ὅμοιον τῷ χειρονομεῖν σκέλεσι τὸ καθ' Ἡλιόδωρον χειραγωγὸν εἰπεῖν ἱμάντα τὸν ἐκδεδεμένον ποδός. καὶ οὕτω μὲν ταῦτα. ἐν οἷς καὶ τὰ κατὰ τὴν ἱστορίαν τοῦ Νείλου τυφλοστόματα. οὐ γὰρ ἂν λεχθείη τὸ στόμα τυφλόν, ἀλλ' ἐμφαίνει γοργῶς τὸ τυφλόστομα, ὡς δυνάμεθα καὶ ὀφθαλμὸν καὶ στόμα εἰπεῖν τὴν τοῦ ποταμοῦ ἐκβολήν. Τὸ δὲ νέκταρ καὶ ἡ ἀμβροσία πέπλασται τῇ ποιήσει· καί εἰσιν ὀνόματα τροφῆς θείας, ἣν καὶ αὐτὴν οἱ ποιηταὶ οἴδασιν ὡς μουσοτραφεῖς· τὸ μὲν νέκταρ ὑγρᾶς καὶ ἀναλογούσης οἴνῳ, διὸ καὶ οἰνοχοεῖσθαι εἴρηται, ἡ δὲ ἀμβροσία ξηρᾶς. ἐτυμολογεῖται δὲ τὸ μὲν νέκταρ ἀπὸ τοῦ κτῶ τὸ κτῶμαι καὶ τοῦ νε στερητικοῦ, οἱονεὶ τὸ ἄκτητον, ὃ οὐδενὸς θνητοῦ γίνεται κτέαρ ἤτοι κτῆμα. ἡ δὲ ἀμβροσία ἢ ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ βροτός, ἣν οὐδεὶς ἔχει βροτός, πλεονάσαντος τοῦ ν πρὸ τοῦ β διὰ ὄγκον φωνῆς, ὡς ἐν πολλοῖς γίνεται· ἢ μάλιστα ἐκ τοῦ ὑπεραναβαίνειν ῥοὴν ἤγουν ὑπεράνω εἶναι φθορᾶς. ὅτι δὲ καὶ ἀνάπαλιν νέκταρ μὲν παρά