Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.248
Not analysed yet
τισι λέγεται ἡ ξηρὰ ἐν θεοῖς τροφή, ἀμβροσία δὲ ἡ ὑγρά, φανήσεται ἀλλαχοῦ. περὶ δὲ τούτων ῥηθήσεται καὶ ἐν τῇ ἀρχῇ τῆς δʹ ῥαψῳδίας· (v. 599) [Ἰστέον δὲ ὅτι τε σεμνότερος πάντων, ὡς εἰκός, ὁ τοῦ μύθου Ζεύς, ὡς μὴ συνδιατεθεὶς ὅλως, οἷς ὁ Ἥφαιστος καὶ λαλεῖ καὶ γελοίως πονεῖται· Ἥρα δὲ μετ' αὐτὸν τηρεῖ τὸ σεμνὸν μειδιάσασα· οἱ δ' ἄλλοι θεοὶ τοῦ τοιούτου ὕψους ὑποκατέβησαν ἄσβεστον γέλων παθόντες. (v. 600) Καὶ ὅτι τὸ πονεῖσθαι μετὰ συνέσεως ποιπνύειν ἡ ποίησις λέγει· ὃ γίνεται ἀπὸ τοῦ πονῶ πονύω, ὡς ἀλῶ ἀλύω, κινῶ κινύω, καὶ ἐν συγκοπῇ πνύω καὶ ἀναδιπλασιασμῷ ποπνύω καὶ πλεονασμῷ τοῦ ι ποιπνύω. ὁμοίου δὲ ἀναδιπλασιασμοῦ καὶ τὸ ποιφύσσω ἤγουν φυσῶ παρὰ Λυκόφρονι καὶ ἄλλα δέ τινα. ὡς δὲ ἐκ τοῦ ῥηθέντος πνύω καὶ τὸ πεπνῦσθαι καὶ ὁ πεπνυμένος λέγεται, δῆλόν ἐστιν ἐκ τῶν παλαιῶν. Σημείωσαι δὲ ὅτι πάνυ σεμνῶς ἡ καθ' Ὅμηρον ἀείδουσα θεὰ γελᾶν μὲν θεοὺς ἔφη· ὅτι δὲ διὰ τὸν κυλλοποδίονα ἐγέλων, σιγᾷ, ἵνα μὴ δοκοίη σιλλαίνειν ἀκαίρως.] τὸ δὲ ἄσβεστος γέλως δηλοῖ ἔκ τινος θερμότητος τὸν γέλωτα γίνεσθαι καὶ συμβάλλεταί πως τοῖς γραμματικοῖς, οἳ τὸν γέλωτα παρὰ τὴν ἕλην, ὃ δηλοῖ τὴν θερμότητα, ἐτυμολογεῖσθαί φασιν. (v. 601—4) Ὅτι τὸ «ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντο» λεχθείη ἂν ἐπὶ τῶν διὰ πάσης ἡμέρας ἑστιωμένων. εἰ δὲ καὶ μουσικὴ χάρις ἐπανθεῖ τῷ συμποσίῳ, προσφυὲς εἰπεῖν καὶ τὰ ἐφεξῆς, οἷον· «οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης, οὔτε μὴν φόρμιγγος περικαλλέος, ἣν ἔχεν ὁ δεῖνα», οἷον ὁ Ἀπόλλων, «Μουσάων θ', αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ». (v. 601) Ἰστέον δὲ ὅτι τὸ «ἐς ἠέλιον καταδύντα» ἐφερμηνευτικόν ἐστι τοῦ «πρόπαν ἦμαρ», ἵνα νοῆται τὸ πρόπαν ἦμαρ ἕως δύσεως ἡλίου, ὅ ἐστιν ἑσπέρας, οὐ μὴν καὶ ἐπέκεινα. Τὸ δὲ ἠέλιος δοκεῖ ἐκ τοῦ ἥλιος γενέσθαι κατὰ ἐπένθεσιν τοῦ ε. ψιλοῦται δὲ διὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι τὸ η πρὸ φωνήεντος ὂν κατὰ διάστασιν ψιλοῦται, οἷον ἠΐθεος, ἤϊος ὁ τοξικός· οὕτως οὖν καὶ ἠέλιος. σημειοῦνται δὲ οἱ παλαιοὶ καὶ ὅτι ἀεὶ οὕτως λέγει ὁ ποιητὴς τετρασυλλάβως, ἅπαξ δέ ποτε καὶ τρισυλλάβως ἔφη ἥλιον. Ἰστέον δὲ καὶ ὅτι, ἐπειδή ἐστιν ἄω τὸ λάμπω καὶ προσθέσει τοῦ υ αὔω, ἐξ ὧν ἀώς ἡ ἡμέρα καὶ αὔως Αἰολικῶς, δύναται τὸ ἠέλιος ἐκ τοῦ ἄω ἔχειν τὴν ψιλήν, ἐξ οὗ καὶ ἐτυμολογεῖται. γίνεται γὰρ ἀπὸ τοῦ ἄω τοῦ ῥηθέντος καὶ ἐκ τοῦ ἕλη, ἡ θερμασία, ἀέλιος, ὡς τὸ «ἀκτὶς ἀελίου» παρὰ Σοφοκλεῖ· ἀμφότερα γὰρ ἔχει ὁ ἥλιος· λάμπει τε γὰρ φωτιστικῶς, ἔτι δὲ καὶ θερμαίνει· καὶ τροπῇ τῆς ἀρχούσης γίνεται ἠέλιος. (v. 602) Ἐΐσην δὲ δαῖτα λέγει ἢ τὴν ἴσην κατὰ πλεονασμὸν Ἰωνικὸν τοῦ ε—ἰσομοίρως γὰρ