Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.249
Not analysed yet
ἐδαίνυντο διὰ τὸ ἀφιλόνεικον—ἢ παρὰ τὸ ἐΐω τὸ πορεύομαι ἡ διὰ παντὸς ἱκνουμένη τοῦ σώματος ἤτοι πορευομένη καὶ ἅπαν αὐτὸ διοικοῦσα. (v. 604) Ἀμείβεσθαι δὲ ὀπὶ καλῇ αἱ Μοῦσαι λέγονται ἢ ἑαυτὰς ἐν μέρει ἢ τὸν Ἀπόλλωνα, ὃς εἶχε τὴν φόρμιγγα. ὑπ' ἐκείνῳ γὰρ ὡς κορυφαίῳ τῆς ᾠδῆς ᾄδειν αὐταὶ λέγονται [ἀμοιβαδὸν δηλαδή· ἐξ οὗ καὶ αἱ ῥητορικαὶ ἀλληλογραφίαι ἀμοιβαῖοι λόγοι λέγονται καὶ ἔπη ἀμοιβαῖα.] Ἐνταῦθα δὲ συλλογιστικῶς ὁ Ὅμηρος οὐ μόνον μουσόληπτον ἑαυτὸν ὑπεμφαίνει ἀλλὰ καὶ Ἀπόλλωνι κάτοχον. αὐτὸς μὲν γὰρ ὅσα λέγει, ἐκ Μουσῶν ἐμπνεόμενος ᾄδει, ὡς ἐν προοιμίοις ἐφάνη· Μοῦσαι δὲ ὑπ' Ἀπόλλωνι ἀρχηγέτῃ τῆς ᾠδῆς ᾄδουσιν. οὐκοῦν ἡ ποίησις καὶ ὁ ποιητὴς ὑπὸ Μούσαις τε καὶ Ἀπόλλωνι καταρτίζονται, ὡς καὶ Ἡσίοδος παραδηλοῖ κατάγων γενεαλογικῶς τοὺς ἀοιδοὺς ἤτοι τοὺς ποιητὰς ἐκ Μουσῶν καὶ Ἀπόλλωνος; διόπερ οὐ μόνον λόγιον χρῆμα ὁ ποιητὴς διὰ τὰς Μούσας, ἀλλὰ καὶ μαντικὸν διὰ τὸν Ἀπόλλωνα καὶ τὴν ἐκ τοῦ ἡλίου φιλοσοφίαν. καί τινα προλέγων καὶ Ὅμηρος μαντικῶς ἐν τοῖς μετὰ ταῦτά που φανήσεται. ὅρα δὲ καὶ ὅτι τὸ «ἀμειβόμεναι ὀπὶ καλῇ» κοινὸν μέν ἐστιν ἐνέργημα τῶν Μουσῶν· ὠνόμασται δέ, ὡς καὶ προείρηται, ἡ Καλλιόπη ἐξ αὐτοῦ κατ' ἐξαίρετον τὸ κοινὸν τῆς ἐνεργείας ἐξιδιωσαμένη τῇ κλήσει· παρὰ τὸ καλόν γὰρ ἢ τὸ κάλλος τῆς ὀπὸς ὠνόμασται ἡ Καλλιόπη, ὡς τὸ ἐν φωνῇ κάλλος ἔχουσα. ἔοικε δὲ μηδεμίαν ἔχειν ὁ ποιητὴς λέξιν ἐπὶ τῶν ἐμμούσων ᾠδῶν καιριωτέραν τοῦ καλή. διὸ οὐ μόνον ὄπα καλὴν λέγει, ἀλλὰ καὶ τὴν τοῦ Ἀπόλλωνος φόρμιγγα περικαλλῆ ὀνομάζει, ὡς ἄν τις εἴποι καλὴν λίαν· ἐντεῦθεν γὰρ ὁ τοῦ λ ἐν τῇ τοιαύτῃ λέξει διπλασιασμός. κἀκεῖθεν ἐοίκασιν ἀφορμὴν λαβόντες οἱ μεθ' Ὅμηρον τέλος τοῦ πανηγυρικοῦ τῆς ῥητορικῆς εἴδους τὸ καλὸν εἰπεῖν· δῆλον δὲ ὅτι πανηγυρικὸν καὶ ἡ ποίησις. παρασημειοῦνται δὲ οἱ παλαιοί, ὅτι τὸ μὲν καλόν ἐκτείνει ἀεὶ παρὰ τῷ ποιητῇ τὸ δίχρονον, τὸ δὲ κακόν ἐν συστολῇ ἔχει τὴν ἄρχουσαν. ὅτι δὲ καὶ τὸ καλεῖν συστέλλεταί ποτε, ἀφ' οὗ καὶ τὸ καλὸν παράγεται, ἐδήλωσεν ὁ ποιητὴς ἔν τε ἄλλοις καὶ ἐν τῷ «καλέσαντο γὰρ αὐτοί». [Ἰστέον δὲ ὅτι κατὰ τὸ «ἐς ἠέλιον καταδύντα» εἴρηται παρ' Εὐριπίδῃ ἐν Ἱππολύτῳ τὸ εἰς τόδε ἀντὶ τοῦ ἕως τότε. τοιοῦτον δὲ καὶ τὸ ἐς τόδε ὥρας καὶ ἐς τόδε καιροῦ. τὸ μέντοι ἔστε ἀντὶ τοῦ ἕως μόνον αὐτὸ καθ' αὑτὸ κείμενον, οἷον παρὰ Θεοκρίτῳ· «ἔστε κ' ἀπείπῃς» ἤγουν μέχρις ἂν ἀπαγορεύσῃς, συγκοπὴν ἔπαθεν ἐκ τοῦ ἕως. διὸ καὶ δασύνεται.] (v. 607) Ὅτι δέδονται τόποι τινὲς τοῖς πλανήταις, οὓς