Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.250
Not analysed yet
οἴκους αὐτῶν καλοῦσιν οἱ νεώτεροι, ἐν οἷς αὐτοὺς ὄντας καὶ οἰκοδεσποτεῖν λέγουσιν. Ὁμήρου τοίνυν ἐνταῦθα εἰπόντος, ὅτι ὁ Ἥφαιστος ἑκάστῳ τῶν θεῶν δῶμα ἐποίησε, γράφουσιν οἱ παλαιοί, ὅτι πρῶτος Ὅμηρος ἔδωκε τοῖς ἀπὸ μαθημάτων ἀφορμὴν τῆς τοιαύτης δόξης εἰπὼν ἐνταῦθα ἕκαστον τῶν θεῶν ἴδιον οἶκον ἔχειν. ὅτι δὲ ἐπὶ ἀστέρων ἔστιν ὅτε τὸ τῶν θεῶν κεῖται ὄνομα, προείρηται. Ἥφαιστος δὲ λέγοιτ' ἂν τὰ τοιαῦτα ποιεῖν δώματα πιθανευομένου καὶ νῦν τοῦ μύθου τοῦτο διὰ τὴν ἄνω αἰθερίαν θερμότητα καὶ διὰ τὸ αὐτῆς δραστικόν. (v. 606) Ἐνταῦθα δὲ κεῖται καὶ τὸ κακκείοντες ἀντὶ τοῦ ἔφεσιν ἔχοντες τοῦ κατακεῖσθαι εἰς ὕπνον. οὕτω καὶ ὀψείοντες οἱ ἔχοντες ἐπιθυμίαν τοῦ ὄψεσθαι καὶ βρωσείοντες καὶ πολεμησείοντες οἱ ἐπιθυμοῦντες βρώσεως καὶ πολέμου. καὶ ἄλλα δέ εἰσι τοιαῦτα μυρία. τὸ δὲ πρῶτον κ τὸ τ ἐστι τῆς κατά προθέσεως εἰωθυίας ἐν τῇ τοῦ α ἀποκοπῇ συνεξομοιοῦσθαι τῷ ἐπαγομένῳ συμφώνῳ, ὡς καὶ ἐν τῷ «κάππεσον ἐν Λήμνῳ» δηλοῦται καὶ ἐν τῷ κάλλιπον ἀντὶ τοῦ κατέλιπον. [Ἰστέον δὲ ὅτι τοῦ κεῖσθαι καὶ τῶν ἀπ' αὐτοῦ κινήσεων προϋπάρχει τὸ κέω, οὗ μετοχὴ κέων ἐν Ὀδυσσείᾳ· «ὄρσο κέων, ὦ ξεῖνε». τοῦτο ἐνθέσει τοῦ ι γίνεται κείων, ὅθεν τὸ «κακκείοντες ἔβαν», ἤγουν κατακεισόμενοι εἰς ὕπνον. τῆς δὲ συστοιχίας τοῦ κακκείοντές ἐστι καὶ τὸ καρρέζειν ἤτοι καταψᾶν καὶ τὸ κάββαλε καὶ τὸ καδ δ' ἔπεσε καὶ τὸ κὰπ φάλαρα δὲ καὶ τὸ κάτθανεν, ὡς ἀλλαχοῦ φανεῖται σαφῶς.] (v. 608) Ὅτι πραπίδας τὰς φρένας εἰπεῖν χρήσιμον εἰς οὐδὲν τῇ λογογραφίᾳ, διὸ φυλαττέσθω ἀπόθετον τῇ ποιήσει. χρῆσις δὲ αὐτοῦ ἐν τῷ «Ἥφαιστος ποίησεν εἰδυίῃσι πραπίδεσσι». γίνεται δὲ ἴσως ἡ πραπὶς ἐκ τῆς προ καὶ ἀπο προθέσεως καὶ τοῦ ἰδεῖν ἢ εἰδέναι, ἵνα ᾖ πραπὶς ἡ προβλεπτικὴ καὶ προγνωστικὴ τοῦ μέλλοντος φρήν. ἕτεροι δέ φασι τὴν πραπίδα γίνεσθαι, ὅθεν καὶ ἡ φρὴν γίνεται, ἤγουν ἐκ τῆς προ προθέσεως καὶ τοῦ ὧ δασυνομένου ῥήματος, ἐξ οὗ τὸ ἱῶ ἵημι, εἰ καὶ ἡ μὲν φρὴν διὰ τοῦ φ προάγεται κατὰ τὸ φρουρός καὶ φροίμιον, ἡ δὲ πραπὶς ψιλοῦται Ἰωνικῶς τε καὶ Αἰολικῶς. (v. 610) Ὅτι τὸν κατὰ φύσιν ὕπνον γλυκὺν ὀνομάζει λέγων· «ἔνθα Ζεὺς ἐκάθευδεν, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι». καὶ σημείωσαι ὅτι οὐχ' ἡμᾶς δεῖ κατακλινομένους εἰκῇ ἐπισπᾶσθαι τὸν ὕπνον, ἀλλὰ κοιμᾶσθαι ὅτε ὁ ὕπνος ἱκάνει, τουτέστι καταλαμβάνει ἡμᾶς. ὁ μέντοι σπουδαῖος οὐ μόνον οὐκ ἂν καλέσοι τὸν ὕπνον, ἀλλὰ καὶ ἀπώσεται ἥκοντα, εἴπερ οὐ χρὴ παννύχιον εὕδειν τὸν σπουδαῖον ἄνδρα. Ὅρα δὲ καὶ ἐνταῦθα