Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.26
Not analysed yet
ἐπλάγχθη» καὶ «πολλῶν ἀνθρώπων ἴδεν ἄστεα» ἐπιμονὴν ἐποίησε λέξεως ἐκ τοῦ πολύτροπος καὶ πολλῶν καὶ πολλά· ἐνταῦθα δὲ δυνατὸν ὂν οὕτω ποιῆσαι ὅμως οὐκ ἠθέλησεν, ἀλλὰ ἀντὶ τοῦ «πολλὰ ἄλγεα ἔθηκε, πολλὰς δὲ ψυχὰς Ἄϊδι προΐαψεν ἡρώων» τὸ πολλὰ ἄλγεα μυρία εἶπε, διδάσκων ὡς ποτὲ μὲν ἐν ἐπιμονῇ ταῖς αὐταῖς χρηστέον λέξεσι, ποτὲ δὲ μεταληπτέον τὰς ἰσοδυνάμους. καὶ ἔστι καὶ τοῦτο εἶδός τι ἐπιμονῆς. Ἰστέον δὲ ὅτι τὸ μέν «ἄλγεα ἔθηκε» φαίνεται ῥηθῆναι διὰ τοὺς τραυματισθέντας μέν, μὴ θανόντας δέ· ἢ καὶ διὰ τοὺς ἄλλως λυπηθέντας· (v. 3) τὸ δέ «πολλὰς ψυχὰς Ἄϊδι προΐαψεν ἡρώων» διὰ τοὺς τεθνεῶτας, ἵνα λέγῃ ὅτι μυρίους μὲν πολυτρόπως ἄλλως ἤλγυνεν ἡ τοῦ Ἀχιλλέως μῆνις, πολλοὺς δὲ καὶ ἐθανάτωσε. ταῦτα δὲ προοικονομίαι εἰσὶ τοῦ πλατυσμοῦ τῆς Ἰλιάδος· τὰ γὰρ μυρία ἄλγεα καὶ οἱ πολλοὶ θάνατοι πολλὴν πάντως γραφῆς ὕλην δώσουσι τῷ ποιητῇ. Ἰστέον δὲ ὅτι πολλοῖς ἔθνεσιν ἀπὸ τῶν παρ' αὐτοῖς ἐνδόξως βασιλευσάντων αἱ κλήσεις ἔκειντο· Ἕλληνες οὖν ἀπὸ Ἕλληνος, Ἀργεῖοι διὰ τὸν Ἄργον, Ἴωνες ἐκ τοῦ Ἴωνος, Περσεὺς παρονομάζει τοὺς Πέρσας, καθὰ καὶ τοὺς Μήδους ὁ Μῆδος· οὕτω δὲ καὶ Ἀχαιοὺς ὁ Ἀχαιός. Τὸ δέ «ἴφθιμος ψυχή» γίνεται ἐκ τοῦ ἶφι τὸ ἰσχυρῶς, πλεονασμῷ τοῦ θ, [ἵνα ᾖ, ὥσπερ ὄψι ὄψιμος ἢ καὶ ἄλλως, ὡς ἄνθος ἄνθιμος, οὕτως ἶφι ἴφιμος, καὶ πλεονασμῷ ἴφθιμος ὑπερβιβασθέντος τοῦ χρόνου καὶ τῆς μὲν ἀρχῆς γενομένης θέσει μακρᾶς, τῆς δὲ παραληγούσης φύσει ἐκταθείσης.] τὸ δὲ εἰπεῖν γενέσθαι αὐτὸ ἐκ τοῦ ἶφι καὶ τοῦ θυμός, ἡ ψυχή, οὐ λίαν ἀρέσκει τοῖς παλαιοῖς, καὶ τὴν αἰτίαν ἐκεῖνοι λέγουσιν. Ἀττικὸν δὲ τὸ ἰφθίμους ψυχάς. καὶ ἠδύνατο μὲν καὶ ἰφθίμας εἰπεῖν κοινῶς, ὡς δηλοῖ τὸ «ἰφθίμην ἄλοχον», [ἐξέφυγε δὲ τὸ ἐν τρισὶ παρίσοις ἄκαιρον κάλλος. Ψυχὴ δὲ κατὰ τοὺς παλαιοὺς οὐχ' οὕτως ἐκ τοῦ ψύχω, ὅσον ἐκ τοῦ φύσις καὶ τοῦ ἔχω, ἵνα ᾖ φυσιοχὴ καὶ τροπῇ συνήθει τοῦ φ εἰς π καὶ τοῦ π καὶ σ εἰς ψ καὶ συγκοπῇ τοῦ ι καὶ τοῦ ο ψυχή.] Τὸ δὲ Ἄϊδι μεταπλασμὸν κατά τινας ἔπαθε τῆς ληγούσης ἀπὸ τῆς Ἀΐδῃ δοτικῆς, ἧς εὐθεῖα ὁ Ἀΐδης. κατὰ δὲ ἑτέρους ἐπλαγιάσθη ἀπὸ τοῦ Ἄϊς, οὗ καὶ γενικὴ εὑρίσκεται Ἄϊδος, εἰ μή τις ἐρεῖ καὶ τοῦτο ἀπὸ τοῦ Ἀΐδου μεταπλασθῆναι. τί δέ ἐστιν ὁ μεταπλασμός, ἐν τοῖς ἑξῆς εἰρήσεται. τὸ δὲ Ἄϊς γίνεται