Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.259
Not analysed yet
τὸν βασιλέα δηλοῖ, ᾧτινι οὐ λαὸς ἐπιτέτραπται ἀλλὰ λαοί· καὶ οὐδὲ ἁπλῶς ὀλίγα μέμηλεν, ἀλλὰ τόσσα, τουτέστι πολλὰ κατὰ σχῆμα θαυμασμοῦ. δεῖ τοίνυν τὸν τοιοῦτον ἄρχοντα διδόναι τι ἐγρηγόρσεως καὶ τῇ νυκτὶ διὰ τὰς τηνικαῦτα σκέψεις τῶν βουληφόρων κατὰ τὴν παροιμίαν τὴν λέγουσαν «ἐν νυκτὶ βουλή». διὸ καὶ εὐφρόνη λέγεται ἡ νύξ, ὥς φασιν οἱ παλαιοί. ὅθεν λαβὼν Εὐριπίδης ἔφη τὸ «ἤδη πότ' ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ ἐφρόντισα» καὶ ἑξῆς, ὡς τῶν καιριωτέρων σκέψεων νυκτὸς μάλιστα φροντιζομένων. τὸ δ' ἐπιτετράφαται ἔστι μὲν Ἰωνικὸν ὅμοιον τῷ τετύφαται, δηλοῖ δὲ ἐπίτροπον εἶναι τὸν βασιλέα λαοῦ· πάντως γὰρ ἐπίτροπος λέγοιτ' ἂν καὶ ᾧπερ ὁ λαὸς ἐπιτέτραπται, ὥσπερ καὶ οἰκίας ἐπίτροπος ὁ οἰκονόμος. μέμηλε δὲ τὸ διὰ φροντίδος γίνεται· ἔστι δὲ μέσος παρακείμενος, καθὰ καὶ τὸ προβέβουλα, ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται. [Ἰστέον δὲ ὅτι πάντως εὐρυκρείων, ᾧ λαοὶ ἐπιτετράφαται, καὶ ὅτι δοκεῖ εὐλόγως παρὰ Λάκωσι Ζεὺς Ἀγαμέμνων ἐπιθετικῶς εἶναι, ὡς ὁ Λυκόφρων λαλεῖ· Ἀγαμέμνων τε γὰρ εὐρυκρείων καὶ Ζεὺς εὐρυμέδων. εἰ δὴ ταὐτὸν εὐρυκρείων καὶ εὐρυμέδων, λέγοιτ' ἂν διὰ τοῦτο διθυραμβικώτερον καὶ Ἀγαμέμνων Ζεύς, καθότι καὶ εὐρυκρείων. Τὸ δέ «τόσσα μέμηλε» ἤγουν πάνυ πολλὰ καὶ ὡς οἷον ἄρρητα, συντελεῖ τι εἰς τὸ μὴ χρῆναι παννύχιον εὕδειν τὸν τοιοῦτον βουληφόρον. οὐ γὰρ ἂν αὐτῷ ἀρκοίη πρὸς βουλὴν ἡ ἡμέρα, μεμήλοι δὲ ἂν πολλὰ καὶ νύκτωρ· ἀγρυπνητέον ἄρα. δῆλον δὲ καὶ ὡς τοῦ παννύχιος προϋπάρχει τὸ πάννυχος.] (v. 26) Ὅτι καὶ ἐνταῦθα τὸ ξυνίημι γενικῇ συντάσσει ὁ ποιητὴς λέγων· «νῦν δ' ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι». οὕτω δὲ καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ συνέταξεν, ὅτε ξυνιέναι εἶπεν ὁ Νέστωρ τῶν ἑαυτοῦ βουλευμάτων τοὺς Λαπίθας. Διὸς δὲ ἄγγελον εἰπὼν Ὅμηρος τὸν ὄνειρον τὸν ῥηθέντα ἐδήλωσε τὸ διοπέμπτους εἶναι τῶν ὀνείρων τινάς, ὡς καὶ ἐν τῷ «καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν». ἔτι δὲ καὶ ἐτυμολογίαν ἐνέφηνε τῆς λέξεως· αὐτός τε γὰρ ἄγγελος εἶναί φησι Διός, οὗπερ οὐκ ἀπατηλὰ εἶναι τὰ ἔπη προείρηται, καὶ ὄνειρος δὲ λέγεται παρὰ τὸ τὸ ὂν εἴρειν, ὅ ἐστιν ἀγγέλλειν τὸ ἀληθές· ἐξ οὗ καὶ ἡ Ἶρις παράγεται ἡ τῶν θεῶν κατὰ τὸν μῦθον ἄγγελος, ὡς δηλοῖ καὶ τὸ «Ἶρις ἀγγελέουσα». (v. 27) Ὅτι τὸ «ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει» εἴποι ἄν τις περὶ τοῦ ἐν τῷ ἀποδημεῖν ἐπιστρεφομένου τινὸς τῶν ὑποδεῶν. [Ἰστέον δὲ ὅτι πρὸς σαφήνειαν ἐτέθη τὸ ἐλεαίρει μετὰ τὸ κήδεται, διότι τὸ κήδειν καὶ ἐπὶ βλάβης λέγεται.] (v. 33) Ὅτι τὸ «ἀλλὰ σὺ σαῖς ἔχε φρεσίν» ἀρχή ἐστι τοῦ ἐχέφρων συνθέτου ὀνόματος· ὁ γὰρ ἔχων ἐν φρεσὶ καὶ μὴ ἐπιλανθανόμενος ἐχέφρων ἂν λέγοιτο. καὶ γὰρ καὶ ἔχειν ἐν φρεσὶν ἐνταῦθα οὐ τὸ φυλάξασθαι καὶ μηδενὶ ἐξειπεῖν, ἀλλὰ τὸ διαμνημονεύειν. διὸ καὶ ἐφερμηνεύων φησί· μηδέ σε λήθη αἱρείτω. [(v. 34)