Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.260
Not analysed yet
Ὅτι ἐν τῷ «εὖτ' ἄν σε μελίφρων ὕπνος ἀνήῃ» μελίφρων μὲν ὁ γλυκύς, ἃ δὴ καὶ οἴνου εἰσί ποτε ἐπίθετα. Τὸ δὲ ἀνήῃ σημαίνει μὲν τὸ ἀνήσει, ἀφήσει, χαυνώσῃ· γίνεται δὲ ἢ ἀπὸ τοῦ ἀνῶ, ἀνῇς, ἀνῇ, πλεονασμῷ τοῦ η ἢ ἀπὸ τοῦ ἀνείη εὐκτικοῦ τροπῇ συνήθει τοῦ ε εἰς η, ὡς προσγεγράφθαι τὸ ι. λέγεται δέ ποτε ἀνεῖναι καὶ τὸ ἀναπεῖσαι καὶ τὸ ἐρεθίσαι δέ. οὕτω γάρ τις ἀνίησι κύνα εἰς θήραν. ἐκ τοῦ τοιούτου δὲ ῥήματος καὶ ἄνετοι βόες οἱ ἄφετοι καὶ ἀγελαῖοι καὶ ἀνειμένος ὁ ἀπόλυτος καὶ ἀνεπίτακτος, ὡς τὸ «ἀνειμένη μέν, ὡς ἔοικας, αὖ τρέφῃ»· καὶ ἀνέδην ἐπίρρημα τὸ ἀνέτως καὶ ἐλευθέρως. ἔστι δὲ τὸ «εὖτ' ἄν σε μελίφρων ὕπνος ἀνήῃ» περίφρασις τοῦ «ὅτ' ἂν ἀφυπνισθῇς».] (v. 36) Ὅτι ὁ ἐλπίζων τὰ μὴ γενησόμενα λέγοιτο ἂν ταῦτα φρονεῖν ἀνὰ θυμόν, ἃ οὐ τελέεσθαι ἔμελλον. (v. 38) Ὅτι ἔθος Ὁμήρῳ ἐν πολλοῖς ἀναφωνεῖν τὸ νήπιος ἐπὶ τῶν μὴ βουλευομένων ἢ μὴ νοούντων καλῶς. ὥσπερ δὴ καὶ ἐνταῦθα νήπιον αὐτὸν ὁ ποιητὴς λέγει τὸν Ἀγαμέμνονα ὡς μὴ σκεψάμενον, τί βούλεται ὁ χρησμός. ὁ μὲν γάρ, ὡς προείρηται, τὸ νῦν πλατικῶς λέγει, ὡς καὶ ὅτε Ἡσίοδός φησι· «νῦν γὰρ γένος ἐστὶ σιδήρεον». ὁ δὲ Ἀγαμέμνων ἀπραγμόνως οὕτω τὸ «νῦν ἕλοις πόλιν εὐρυάγυιαν Τρώων» ἀκαριαίως ἀντὶ τοῦ τῷ ἤματι ἐκείνῳ καὶ αὐθημερόν ἐνόησε. διὸ καὶ νήπιον αὐτὸν λέγει ὡς μὴ οἴκοθεν νοήσαντα ἤγουν ἀλλά, ὡς ἑτέρως ἐχρῆν, ἢ μάντιν ἐπερωτήσαντα ἢ ἄλλο τι πεποιηκότα εἰς διασάφησιν τῆς ὁμωνυμίας τοῦ χρησμοῦ. καὶ τοῦτό ἐστιν ὁ πᾶς ψόγος τοῦ Ἀγαμέμνονος, ὅτι οὐκ ἐπέστησε τῇ σημασίᾳ τοῦ νῦν. καίτοι καὶ ἄλλως ἔπταισεν, ὥς φασιν οἱ παλαιοί. πανσυδίῃ γὰρ κελευσθεὶς πολεμῆσαι, ὁ δὲ οὐχ' οὕτως ἐποίησεν, ἀλλὰ τοὺς Μυρμιδόνας ἀφεὶς καὶ τὸν Ἀχιλλέα ἐπολέμησεν. ἀλλ' ὁ ποιητὴς τοῦτο οὐ παρασημαίνεται. τάχα γὰρ τὸ πανσυδίῃ οὐ τὸ παμπληθεί δηλοῖ ἀλλὰ τὸ προθύμως καὶ πάσῃ ὁρμῇ, ἐκ τοῦ πᾶν καὶ τοῦ σύω, τὸ ὁρμῶ, ὅπερ ὁ Ἀγαμέμνων πεποίηκεν. (v. 39 s.) Ὅτι ἐν τῷ εἰπεῖν «ὡς ἔμελλεν ὁ Ζεὺς ἄλγεά τε στοναχάς τε θήσειν Τρωσὶ καὶ Δαναοῖς» παρεμφαίνει ὁ ποιητής, ὡς ἐν καταρχαῖς γέγραπται, Ἰλιάδα λέγεσθαι, ὡς περιέχουσαν μὴ μόνα τὰ τῶν Ἰλιέων ἀλλ' ἁπλῶς τὰ συμβάντα κατὰ τὴν Ἴλιον. τὸ δὲ σχῆμα προαναφώνησις. (v. 41) Ὅτι τὸν ὄνειρον καὶ ὀμφὴν λέγει· ἐκεῖνο μέν, ὡς τὸ ὂν εἴροντα, καθάπερ εἴρηται, τουτέστιν ἀγγέλλοντα· Διὸς γὰρ αὐτὸν ἔφη ἄγγελον. τοῦτο δὲ παρὰ τὸ τὸ ὂν φαίνειν. ταὐτὸν οὖν δηλοῦσιν ἐνταῦθα ὄνειρός τε καὶ ὀμφή. ὥσπερ δὲ ἐκεῖνον θεῖον ὄνειρον εἶπεν, οὕτω καὶ ταύτην θείαν ὀμφήν· φησὶ γάρ· «θείη δέ μιν ἀμφέχυτ' ὀμφή». ἀπ' αὐτῆς δὲ καὶ Ζεὺς Πανομφαῖος ἤτοι