Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.27
Not analysed yet
παρὰ τὸ α στερητικὸν καὶ τὸ εἴδω εἴσω, τὸ βλέπω, καθάπερ καὶ ἐκ τοῦ νη στερητικοῦ καὶ τοῦ εἴδω εἴσω, τὸ γινώσκω, νῆϊς ὁ ἄπειρος καὶ ἀνεπιστήμων. ἔστι γὰρ Ἄϊς τόπος σκοτεινὸς ὑπὸ γῆν, ἀφανής, ἀφωρισμένος ψυχαῖς. διὸ καὶ Ἀΐδης λέγεται ὁ αὐτὸς καὶ Ἀϊδωνεύς· ὡς δέ τινές φασι καὶ ᾍδης κατὰ συναίρεσιν τοῦ Ἀΐδης. εἰς τοῦτο δὲ ἐναντιοῦται τὸ πνεῦμα· ὤφειλε γάρ, εἰ ἀπὸ τοῦ Ἀΐδης ὁ ᾍδης γέγονε συναιρεθείς, ψιλοῦσθαι καὶ αὐτός, καθὰ ὁ Ἀΐδης. ἀλλὰ τοῦτο μὲν οἱ ἀποδεχόμενοι τὴν ἀπὸ τοῦ Ἀΐδης συναίρεσιν δασυνθῆναί φασιν Ἀττικῶς, τάχα διὰ τὴν ἐν αὐτῷ ἄθροισιν τῶν ψυχῶν. εἰώθασι γὰρ Ἀττικοὶ καὶ ἕτερα πολλὰ τοιούτῳ τινὶ λόγῳ δασύνειν, ὡς καὶ τὴν ἅλα καὶ τὸ ἅπας καὶ τὸ ἅλις ἀντὶ τοῦ ἀρκούντως, λέγοντες ὅτι τὸ ἀθροιστικὸν α δασύνεται. οἱ δὲ ἄλλως ἀσυναιρέτως τὸν ᾍδην παράγοντες οὔτε τὸ ι ἐν τῇ ἀρχούσῃ προσγράφουσιν, ἀλλὰ καὶ ἀπὸ τοῦ ἥδω φασὶ παραχθῆναι τὸν Ἅδην κατὰ ἀντίφρασιν, ᾧ ἥδεται καὶ χαίρει οὐδείς· καθ' ὃ καὶ Χάρων μυθολογεῖται πορθμεὺς ἐν ᾍδου, ὡς ἀπὸ τοῦ χαίρειν, καίτοι χαρτὸν οὐδὲν ποιῶν, εἴπερ εἰς Κωκυτὸν πορθμεύει καὶ Ἀχέροντα καὶ Πυριφλεγέθοντα. Τὸ δὲ προΐαψέ τινες ἁπλούστερον ἀντὶ τοῦ προέπεμψε νοοῦσιν· ἔχει δὲ οὐχ' ἁπλῶς οὕτως. οὐ γὰρ πομπήν τινα ἢ προπομπήν, ἀλλ', ὡς καὶ τῷ Γεωγράφῳ δοκεῖ, φθορὰν καὶ βλάβην τινὰ ἡ λέξις δηλοῖ, ὡς ἀπὸ τοῦ ἴπτω, ἐξ οὗ, φησί, καὶ Ἄργος πολυδίψιον τὸ πολυΐψιον ἤτοι πολύφθορον. ἀλλὰ περὶ τούτου μὲν ἐν οἰκείῳ τόπῳ ῥηθήσεται. ἐκ δὲ τοῦ ἴπτω ἴψω τὸ βλάπτω οὐ μόνον τὸ ἰάπτω γίνεται, ἀλλὰ καὶ ἶπος ἡ παγὶς τῶν μυῶν καὶ ἰποῦν ῥῆμα τὸ βλάπτειν [παρά τε Αἰσχύλῳ καὶ παρὰ τῷ Κωμικῷ ἐν τῷ «ἰπούμενοι ταῖς εἰσφοραῖς»] καὶ ὁ ἴπνος βαρυτόνως ἢ ἰπνὸς ὀξυτόνως, δι' οὗ δηλοῦται ἡ ἑστία ἢ ὁ κλίβανος. ἐκ δὲ τοῦ τοιούτου ἴπτω καὶ ἲψ ἰπὸς εἶδος σκώληκος [ἐμφυομένου τοῖς κέρασι κατὰ τὸ «μὴ κέρα ἶπες ἔδοιεν».] καὶ αἰπὺς ὁ ὑψηλὸς καὶ χαλεπός· τὸ γὰρ ἰπῶ, τουτέστι τὸ βλάπτω, μετὰ τοῦ α ἐπιτατικοῦ κατὰ συναίρεσιν ποιεῖ τὸ αἰπύς. ἰάπτω τοίνυν τὸ μετὰ βλάβης