Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.261
Not analysed yet
Κληδόνιος. ὀμφὴ γὰρ αὖ πάλιν καὶ κληδὼν τὸ αὐτὸ δηλοῦσι, ναὶ μέντοι καὶ ἡ ὄσσα· οἱ δὲ νεώτεροι ἐπὶ ἁπλῶς λόγου τιθέασι καὶ τὴν ὄσσαν καὶ τὴν ὀμφήν. Τὸ δὲ ἀμφέχυτο ἐνταῦθα ἐπαινεῖται παρὰ τῶν παλαιῶν· σημαίνει μὲν γὰρ τὸ περιῆλθεν· ἐμφαίνει δέ, φασίν, ὅτι εἰς οὐδὲν αὐτῆς ὁ Ἀγαμέμνων ἐπιλέλησται. (v. 42—6) Ὅτι σχῆμά ἐστι καὶ ἐνταῦθα διασκευαστικόν, ἐν ᾧ ἐκτίθεται ὁ ποιητής, ὅτι ὁ Ἀγαμέμνων ἐγερθεὶς ἐξ ὕπνου ἕζετο ὀρθωθείς, μαλακὸν δ' ἔνδυνε χιτῶνα, καλόν, νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος, ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ἀμφὶ δ' ἂρ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον, εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί. τοιαῦτα δὲ σχήματα καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ἦσαν, ὅτε ἡ ναῦς τῷ λιμένι προσώκειλε καὶ ὅτε ἡ ἑκατόμβη ἐτύθη. πολλαχοῦ δὲ καὶ ἀλλαχοῦ τοιαῦται παρὰ τῷ ποιητῇ εὑρεθήσονται διασκευαί. εἴωθε γάρ, ὡς προείρηται, ἐπὶ διδασκαλίᾳ τῶν ἀκροωμένων ἐνασχολεῖν τὸν αὐτοῦ λόγον καὶ τοῖς λεπτοῖς, ὡς ἂν αὐτοὶ μάθοιεν ῥητορικῶς καὶ ἐν τοῖς τοιούτοις εὐδοκιμεῖν. ἰστέον δὲ ὅτι καὶ κατὰ τάξιν αὐτῷ ἐν τῇ τοιαύτῃ διασκευῇ ἔχει τὰ πράγματα· ὑπόκειται μὲν γὰρ ὁ χιτών, ἐπίκειται δὲ τὸ φᾶρος, ὧν περιβληθέντων ὑποδήσασθαι ἔδει, εἶτα ξίφος ἀμφιβαλέσθαι, μετὰ δὲ τὸ σκῆπτρον ἑλέσθαι. ὅρα δὲ καὶ ὅπως ἑκάστῳ τῶν διασκευασθέντων ἐπίθετόν τι δέδωκε, μαλακὸν μὲν τὸν χιτῶνα εἰπὼν καὶ καλόν, μέγα δὲ συλλογιστικῶς τὸ φᾶρος διὰ τὸ τοῦ φοροῦντος δηλαδὴ μέγεθος, λιπαροὺς δὲ τοὺς πόδας, καλὰ δὲ τὰ πέδιλα, τὸ ξίφος ἀργυρόηλον, τὸ σκῆπτρον ἄφθιτον. ὅρα δὲ καὶ διαφορὰν ἐνταῦθα τοῦ περιβαλέσθαι καὶ ἀμφιβαλέσθαι, εἴπερ φᾶρος μὲν περιβάλλεται, ξίφος δὲ ἀμφιβάλλεται. (v. 42) Γίνεται δὲ ὁ μὲν χιτὼν παρὰ τὸ χύω, οἱονεὶ χυτών τις ὤν, ὡς ἀμέσως αὐτίκα περικεχυμένος τῷ σώματι, ἢ καὶ ὡς μὴ στατὸς ἀλλ' οἷον χυτός τις διὰ τὸ λεπτὸν καὶ οὕτως εὐαφές. διὸ καὶ μαλακὸς λέγεται πρὸς ἀντιδιαστολὴν τοῦ φάρους. ἐκεῖνο γὰρ οὐκ ἐξ ἀνάγκης μαλακόν, ὡς καὶ τῇ ὑφῇ ἀρηρὸς καὶ διὰ τοῦτο πυκνὸν μᾶλλον ἤπερ ὁ χιτών. καὶ ὅρα ὅτι λόγος μὲν μαλακὸς ἐν τοῖς πρὸ τούτου ὁ μαλακοποιός, χιτὼν δὲ μαλακὸς ὁ αὐτὸς ὢν τοιοῦτος. σημειοῦνται δὲ οἱ παλαιοὶ ἐπὶ ἀνδρὸς τὸν χιτῶνα λέγεσθαι, καθάπερ τὸν πέπλον ἐπὶ γυναικός, ὡς καὶ αἱ βαθύπεπλοι καὶ καλλίπεπλοι δηλοῦσι καὶ ἡ κροκόπεπλος καὶ τὸ «πέπλοισιν ἐκπονεῖ» παρ' Εὐριπίδῃ. καὶ μὴν αὐτὸς καὶ ἐπὶ ἀνδρῶν τὸν πέπλον τίθησιν ἔν τε τῷ Ἱππολύτῳ καὶ ἐν οἷς δέ που μελάμπεπλον παρεισάγει τὸν Τυνδάρεων καὶ τὸν Ὀρέστην πέπλοις κεκρύφθαι φησίν. ὡς δὲ τροπικῶς καὶ πολεμικόν τι φόρημα ὁ χιτών, ἐν τοῖς ἐφεξῆς πολλαχοῦ φανεῖται. δῆλον δὲ καὶ ὅτι οὐδὲ πάντοτε χιτὼν λέγεται τὸ ἐκ λίνου μὲν ὑφανθέν,