Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.262
Not analysed yet
ἐπικείμενον δὲ αὐτίκα τῷ σώματι, εἴγε καὶ ἐξ οὔλων ἐρίων χιτὼν λέγεται παρὰ τοῖς παλαιοῖς. (v. 43) Καλὸν δὲ τὸν εὐειδῆ λέγει. οὕτω καὶ ὁ χρυσὸς καλός. καλὰ δὲ καὶ τὰ ἐκ χρυσοῦ καὶ ὅσα τοιαῦτα, ἐν οἷς καὶ κρήδεμνα. ἐκεῖθεν δὲ καὶ σκῶμμά ποτε δριμὺ τὸ φιλόκαλος ἐπὶ πορνικοῦ καὶ ἡ ἐν ἐπαίνῳ ἀπειροκαλία ἤγουν ἡ λίαν εὐείδεια. τῆς δ' αὐτῆς ἐννοίας καὶ τὸ «ὁ δεῖνα καλός» καὶ «ἡ δεῖνα καλή», ἅπερ ἐν φλοιοῖς δένδρων τὸ παλαιὸν ἐγράφοντο, καθὰ ἐν τοῖς ἑξῆς δηλωθήσεται· εὐμορφίαν γὰρ ἐνταῦθα ἐδήλουν τὰ γράμματα. οὕτω καὶ τέλος πανηγυρικοῦ λόγου τὸ καλόν, ἐπεὶ κάλλους μάλιστα ὁ πανηγυρικὸς λόγος ἐφίεται. Νηγάτεον δὲ ἢ τὸ νεωστὶ γενόμενον οἱονεὶ νεήγατον ἢ παρὰ τὸ νη στερητικὸν καὶ τὸ γατόν τὸ γεγενημένον, ἵνα δηλοῖ τὸ ἀγένητον καί, ὡς εἰπεῖν, ἀχειρότευκτον· ὥσπερ γάρ, φασίν, ἀπὸ τοῦ τείνω τατός, οὕτω καὶ ἀπὸ τοῦ γείνω γατός καὶ νηγάτεος. (v. 44) Λιπαροὺς δὲ πόδας λέγει οὐ τοὺς διὰ τρυφὴν ἀλλὰ διὰ τὸ γυμνάσιον τοιούτους. ἀπὸ μέρους δὲ νοητέον τὸ πᾶν, ὡς καὶ τοῦ ὅλου σώματος εὐσαρκοῦντος δι' εὐεξίαν τῷ βασιλεῖ. ὅτι δὲ τὸ γυμνάσιον τοιαῦτα ποιεῖ τὰ σώματα, ζητητέον καὶ εἰς τὸν Κωμικόν. [Ὅτι δὲ καὶ ἐπὶ κρηδέμνῳ τίθεται τὸ λιπαρόν, δῆλον ἐκ τῆς λιπαροκρηδέμνου, ἐν ᾗ δηλοῦνται τροπικῶς ἡ τοῦ κρηδέμνου λειότης τε καὶ στιλπνότης ἐκ λευκότητος. δοκεῖ δὲ ξενίζον εἶναι, εἰ καὶ γυναικῶν πόδες λιπαροί ποτε λέγονται. ἰστέον δὲ ὅτι τὸ «ὑπὸ λιπαροῖσί» τινες «ὑπαὶ λιπαροῖσι» γράφουσιν ὀκνοῦντες νοεῖν ὡς καὶ αὐτὴ ἡ ὑπό πρόθεσις μακρὸν ἐνταῦθα ἔχει τὸ ο διὰ τὴν ἐπιφορὰν τοῦ λ κατὰ λόγον κοινῆς συλλαβῆς.] Τὸ δὲ ὑπεδήσατο δέδωκεν ἀρχὴν τῆς τῶν ὑποδημάτων κλήσεως. ὑποδεῖσθαι γὰρ πάντως ἐπὶ ποδῶν, ὥσπερ τὸ ἀναδεῖσθαι ἐπὶ κεφαλῆς. (v. 45) Ὅρα δὲ καὶ ὅτι, ὥσπερ πρὸ τούτου ὁ Ἀχιλλεύς, οὕτω καὶ νῦν ὁ Ἀγαμέμνων ξίφος φέρει. καὶ ἦν, ὡς καὶ προεγράφη, ἔθος τοῦτο παλαιὸν ὁπλοφορεῖν ἀεὶ τοὺς ἥρωας, ὡς καὶ ὁ Τηλέμαχος ἐν Ἰθάκῃ ποιεῖ. περὶ δὲ τοὺς ὤμους τὰ ξίφη ἔφερον καὶ οὐκ ἐζώνυντο αὐτά, καθάπερ οἱ ὕστερον. (v. 46) Ἄφθιτον δὲ αἰεὶ τὸ σκῆπτρον τοῦ Ἀγαμέμνονος ἀντὶ τοῦ ἄφθαρτον, ἀδιάδοχον, ὡς αὐτὸς ἑρμηνεύσει μετὰ ταῦτα πλατύτερον. διὸ καὶ τὸ πατρῷον πρόσκειται. φησὶ γάρ· «πατρώϊον ἄφθιτον αἰεί». [ἐπίτασις δὲ τοῦ ἄφθιτον τὸ αἰεί. ὅρα δὲ καὶ ὡς ἐν μὲν τῷ «μέγα βάλλετο φᾶρος» διὰ δύο λ ἡ γραφὴ λόγῳ παρατατικοῦ· ἐν δὲ τῷ «βάλετο ξίφος ἀργυρόηλον» ἑνὶ λ διοικεῖται τὸ ῥῆμα, μέσου ὂν ἀορίστου δευτέρου ἐν συνήθει χρόνου ὑπαλλαγῇ.] (v. 48) Ὅτι θέλων εἰπεῖν, ὡς γέγονεν