Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.263
Not analysed yet
ἡμέρα, περιφράζει οὕτως· «Ἠὼς μέν ῥα θεὰ προσεβήσατο μακρὸν Ὄλυμπον, Ζηνὶ φόως ἐρέουσα», ἤτοι ἀπαγγελοῦσα, καὶ τὰ ἑξῆς. προσέθετο δὲ τὸ θεά, ἵνα μυθικῶς νοηθῇ· τῆς γὰρ σωματοειδοῦς Ἠοῦς ἐστι τὸ ἀγγέλλειν φῶς τῷ τε Διῒ καὶ τοῖς ἄλλοις ἀθανάτοισιν οἱονεὶ δᾳδουχοῦσαν. ὅπερ δηλοῖ ἀλληγορικῶς τὸ ἡμέρας οὔσης τόν τε ἀέρα Ζῆνα, ἤγουν Δία, πεφωτίσθαι καὶ τὰ λοιπὰ δὲ στοιχεῖα κατὰ τὸ ἐγχωροῦν. (v. 49) Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν φῶς ἀγγέλλειν θεοῖς ἔφη τὴν μυθικὴν Ἠῶ ἀφυπνίζουσαν οἷον ἐκείνους, Εὐριπίδης δὲ ἀλληγορικῶς θεοῦ λαμπάδα τὴν ἡμέραν φησί. τὸ δὲ φῶς ἐρεῖν ταὐτόν πώς ἐστι τῷ φωσφορεῖν. Ἐνταῦθα δὲ σημειοῦνται οἱ παλαιοὶ ὅτι δεξιώτατα ὁ ποιητὴς ἅμα τῇ τοῦ ὀνείρου θέᾳ διαφαῦσαι τὴν ἡμέραν πεποίηκεν οὐ μόνον πρὸς ἔνδειξιν τοῦ παννύχιον εὕδειν τὸν Ἀτρείδην, ἀλλὰ καὶ ἵνα δηλώσῃ, φασίν, ὅτι οἱ πρὸς τὴν ἠῶ ὄνειροι μᾶλλον ἀληθεῖς ὡς ἤδη πεττομένων τῶν σιτίων καὶ τοῦ λογιστικοῦ νήφοντος καὶ μὴ ἐπιπροσθουμένου ταῖς ἐκ τῶν βρωμάτων ἀτμίσι. Λέγουσι δὲ καὶ ὅτι τρίτη καὶ εἰκοστὴ αὕτη ἡμέρα τῆς Ἰλιάδος· δέκα μὲν γάρ, φασίν, αἱ τοῦ λοιμοῦ καὶ μέχρι τῆς μήνιδος, ἥτις ἦν ἡ δεκάτη· δώδεκα δὲ τῶν θεῶν ἐν Αἰθιοπίᾳ ὄντων, ἡ τοίνυν ἀνατολὴ αὕτη τρίτη καὶ εἰκοστή. καὶ οὕτω μὲν πιθανῶς οἱ παλαιοί. δύναται δὲ καὶ ἄλλως ἔχειν τὸ πρᾶγμα· ἐν γὰρ τῇ ῥηθείσῃ δεκάτῃ τοῦ λοιμοῦ ἡ Θέτις ἐλθοῦσα ἔφη τῷ Ἀχιλλεῖ χθιζὸν ἀπελθεῖν τὸν Δία εἰς τοὺς Αἰθίοπας τῇ δωδεκάτῃ ἐλευσόμενον. εἰ γοῦν χθιζὸς ἀπῆλθε, δευτέρα ἦν ἄρα ἡμέρα τῷ Διῒ ἡ δεκάτη τοῦ λοιμοῦ. μεθ' ἣν ἔδει ἄλλας δέκα καὶ μόνας διελθεῖν αὐτῷ ἡμέρας, αἵτινες μετὰ τῶν δέκα ἡμερῶν τοῦ λοιμοῦ εἴκοσι συνεπλήρουν ἡμέρας. ἡ τοίνυν μετὰ τὴν δωδεκάτην αὕτη οὐκ ἂν εἴη εἰκοστὴ τρίτη ἡμέρα, ἀλλ' εἰ μὲν εὐθὺς περὶ αὐτὴν ἐκείνην τὴν δωδεκάτην ἦλθεν ὁ Ζεύς, εἴη ἂν εἰκοστὴ πρώτη ἡ σήμερον ἀνατολή. εἰ δὲ τῇ μετ' αὐτὴν ἤτοι τῇ τρισκαιδεκάτῃ ἐπανῆλθεν ὁ Ζεύς, ἔστιν εἰκοστὴ δευτέρα ἡ ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἀνατολή. [Ἰστέον δὲ ὡς, καθάπερ θῶκος θόωκος πλεονασμῷ τοῦ ο καὶ Ξενοφῶν Ξενοφόων καὶ Κῶς νῆσος Κόως, οὕτω καὶ φῶς φόως.] (v. 50—2). Ὅτι ἀρετὴ κήρυκος τὸ λιγύφθογγον εἶναι, ἤτοι ὀξύφωνον, καὶ ὅτι καιριωτάτη ἐπ' αὐτοῦ λέξις τὸ κηρύσσειν. διό φησιν ἐπιμένων τῇ λέξει διὰ τὸ καίριον· «κηρύκεσσι λιγυφθόγγοισι κέλευε κηρύσσειν ἀγορήνδε καρηκομόωντας Ἀχαιούς· οἳ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὦκα». ὁ δὲ τρόπος ἐτυμολογία, ὡς τοῦ κήρυκος ἐκ τοῦ κηρύσσειν ἐτυμολογουμένου, καθάπερ τῆς ἀγορᾶς ἐκ τοῦ ἀγείρειν. διὸ εἶπε κηρύσσειν ἀγορήνδε· τοὶ δ' ἠγείροντο. ὅρα δὲ καὶ τὸ κηρύσσειν Ἀχαιοὺς ἐντελῶς ῥηθέν. λέγει γὰρ κηρύσσειν ἤτοι τῇ βοῇ συγκαλεῖσθαι τοὺς Ἀχαιούς. τὸ δέ «οἳ μὲν ἐκήρυσσον» ἐλλιπῶς ἔχει τοῦ Ἀχαιούς. οἱ δὲ μεθ' Ὅμηρον