Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.264
Not analysed yet
μετὰ δοτικῆς τὸ κηρύσσειν συντάσσουσιν, οἷον «κηρύσσειν Ἀχαιοῖς». Τὸ δὲ «μάλ' ὦκα» τῆς εὐπειθείας τῶν Ἀχαιῶν σημεῖόν ἐστι κατὰ τὸ «καί οἱ πείθονται Ἀχαιοί». (v. 53) Ὅτι ἀγορὰ μὲν ἡ κοινὴ πάντων συνέλευσις διὰ κηρύκων λιγυφθόγγων, βουλὴ δὲ ἡ μόνων τῶν γερόντων. διόπερ εἰπὼν ὅτι ἐκέλευσε κηρύσσειν εἰς ἀγοράν, ὃ καὶ ἐγίνετο, ἐπάγει· «βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων» ἤγουν πρὸ τῆς ἀγορᾶς βουλὴν ἐποίει σύγκλητον. διδοὺς δὲ καὶ τοῖς ὕστερον ἀφορμὴν τοῦ εἰπεῖν σύγκλητον τὸ τοιοῦτόν φησι· «τοὺς ὅ γε συγκαλέσας», ἤτοι τοὺς γέροντας, «πυκινὴν ἠρτύνετο βουλήν», ὡς καὶ ἀλλαχοῦ· «κίκλησκε δὲ γέροντας». ὅθεν τραγικός τις «σύγκλητον λέσχην γερόντων» τὸ τοιοῦτον ὠνόμασεν. Ἡρόδοτος δέ «σύλλογον ἐπίκλητον» λέγει «Περσῶν». τινὰ δὲ τῶν ἀντιγράφων «βουλή» γράφουσι δίχα τοῦ νῦ, ἵνα λέγῃ, ὅτι βουλὴ πρῶτον ἐκαθέσθη γερόντων. καί φασιν οἱ παλαιοὶ ἀστειοτέραν καὶ Ἀριστάρχειον εἶναι τὴν τοιαύτην γραφήν. Γέροντας δὲ τοὺς ἐντίμους λέγει, ὡς καὶ πρὸ μικροῦ γέγραπται, ἤτοι τοὺς ἡγεμόνας καί, ὡς εἰπεῖν, τὴν γερουσίαν, δηλῶν, ὅτι δεῖ τοὺς τοιούτους καὶ πρὸ τῆς πρεσβυτικῆς ἡλικίας γέροντας τοῖς ἤθεσι φαίνεσθαι. εἰ δὲ σεμνὸν τῶν Λακώνων ἡ τῶν γερόντων βουλὴ καὶ οἱ δύο βασιλεῖς, φθάνει τὴν τοιαύτην πολιτείαν ὁ ποιητὴς προειδώς, οἷς τε δύο κοσμήτορας τῷ τῶν Ἀχαιῶν λαῷ τοὺς Ἀτρείδας καθιστᾷ καὶ ἐν τοῖς καιρίοις βουλὴν τῶν γερόντων καθίζει αὐτοῖς. (v. 55) Πυκινὴ δὲ βουλὴ ἡ στερρὰ ἐκ μεταφορᾶς τῶν πυκνῶν σωμάτων, ἃ δυσπαθέστερά εἰσι τῶν ἀραιῶν. Τὸ δὲ ἀρτύνεσθαι πλεονασμῷ τοῦ νῦ Δωρικῶς ἀπὸ τοῦ ἀρτύω γίνεται, ὡς ἀπὸ τοῦ θύω τὸ θύνω, τὸ ὁρμῶ, καὶ ἀπὸ τοῦ χύω τὸ ἐκχύνω. δηλοῖ δὲ τὸ ἀπηρτισμένον τι ποιεῖν. Ἰστέον δὲ ὅτι τὸ μὲν ἐκάθιζε βουλὴν ἀντὶ τοῦ συνῆγε νοεῖται καὶ συνεισάγει τὸν συνάξαντα τὴν βουλήν· τὸ δὲ ἐκάθιζε βουλή δίχα τοῦ νῦ ἀντὶ τοῦ συνήγετο καὶ οὐ παραδηλοῖ τὸν συνάξαντα. ἐκ τοῦ τέλους δὲ εἴρηται τὸ ἐκάθιζε· κληθέντες γὰρ καὶ συνελθόντες οἱ τῆς βουλῆς εἶτα ἐκάθηντο. [(v. 54) Ἰστέον δὲ ὡς ἐν τούτοις κεῖται σχῆμα καινὸν τοιοῦτον· ἀπὸ κτητικοῦ ὀνόματος ἀναλυθέντος ποιεῖται Ὅμηρος γενικὴν σύνταξιν οὕτως· «Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος» ἤγουν παρὰ τῇ νηῒ τοῦ Νέστορος τοῦ Πυλίου βασιλέως. τοιοῦτον καὶ τὸ «τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε» καὶ ἑξῆς, ἤγουν τῷ υἱῷ τοῦ Λαβδάκου καὶ τοῦ Πολυδώρου καὶ τοῦ Κάδμου καὶ τοῦ Ἀγήνορος. ὅμοιον καὶ τὸ «τοῖς Τευταρείοις βουκόλου πτερώμασιν», ἤγουν τοῖς τοῦ Τευτάρου Σκύθου ὀϊστοῖς, καὶ τὸ «ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς», ἤγουν ταῖς πνοαῖς τοῦ ἀπὸ τῶν ἄρκτων Βορρᾶ. εἴη δ' ἂν τοιοῦτον καὶ τὸ οἶκος βασιλικὸς