Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.265
Not analysed yet
τοῦ πάντα δυναμένου ἤγουν οἶκος βασιλέως παντοδυνάμου καὶ πρᾶγμα ἐμὸν τοῦ εὐτελοῦς ἤγουν ἐμοῦ τοῦ ταπεινοῦ. Πυλοιγενής δέ ἐστι μὲν διὰ διφθόγγου πλεονασμῷ τοῦ ι ἐκ τοῦ Πύλος. εἰ δὲ γράφεται διὰ τοῦ η Πυληγενής, τροπὴν ἔπαθεν, ὁποίαν καὶ τὸ ἐλαφηβόλος καὶ τὰ ὅμοια.] (v. 56 s.) Ὅτι νυκτερινῇ ἀληθεῖ ὀπτασίᾳ οἰκεῖον τὸ «θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος ἀμβροσίην διὰ νύκτα» ἤτοι κατὰ νύκτα, ἵνα ᾖ πρόθεσις ἀντὶ προθέσεως. ἀμβροσία δὲ ἡ γλυκεῖα, καθὰ καὶ ἀνόπιν εἴρηται. [Ὥσπερ δὲ πρὸς ἄνδρας εἴρηται τὸ «κλῦτε, φίλοι, θεῖός μοι ἐνύπνιον» καὶ ἑξῆς, οὕτω καὶ πρὸς γυναῖκας λαληθήσεται τὸ «κλῦτε, φίλαι» καὶ τὸ ἑξῆς] (v. 58). Ὅτι ὅτε λέγει ὡς Νέστορι ἄγχιστα ἐῴκει ὁ ὄνειρος εἶδός τε μέγεθός τε φυήν τε, φυήν τινες νενοήκασι τὸ ἐξ εἴδους τε καὶ ψυχῆς ἀγαθόν, ὃ φύσις ὑπ' ἄλλων καὶ ἦθος λέγεται. εἴρηται δέ τι περὶ τῆς λέξεως ταύτης καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ. καὶ νῦν δὲ ῥητέον ὡς διττὴ ἡ φυή, ἡ μὲν κατὰ τὰ ἐκτός, ὡς τὸ «οὐ δέμας οὐδὲ φυήν», δεξιότης οὖσα σωματικὴ καὶ εἰς ταὐτὸν ἥκουσα τῷ κάλλει, ἣν καὶ φύσιν ἡ τραγῳδία καλεῖ «μέγα κακόν» οὖσαν καὶ αὖ πάλιν «σωτήριον τοῖς καλῶς χρωμένοις». ἡ δὲ τοιαύτη φυή, [ἀφ' ἧς καὶ πρόσωπον εὐφυές, ὡς καὶ μηροὶ εὐφυεῖς] καὶ εἶδος λέγεται κατὰ τὸ «οὐκ ἄρα σοί γ' ἐπ' εἴδεϊ καὶ φρένες ἦσαν» καὶ «οὕνεκα εἶδος μὲν καλή, ἀτὰρ οὐκ ἐχέθυμος» καὶ «πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος». καὶ αὕτη μὲν ἡ κατὰ σῶμα φυή, καθ' ἣν εἴρηται καὶ τὸ «φυήν γε μὲν οὐ κακός ἐστιν». ἑτέρα δὲ κατὰ νοῦν, ὅθεν καὶ εὐφυής ὁ εὖ ἔχων τοιαύτης φυῆς εἰς τὸ εἰδέναι καὶ «σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ», ὁ ἀντιδιαστελλόμενος, κατὰ τὸν αὐτομαθῆ καὶ θυμόσοφον εἰπεῖν Λυρικόν, τῷ μαθόντι. Τὸ δὲ ἄγχιστα ἀντὶ τοῦ ἐγγυτάτω, ὃ ταὐτόν ἐστι τῷ σχεδόν. (v. 60—70) Ὅτι οὐκ ᾐδέσθη ὁ ποιητὴς ἀδολεσχικῶς οἷον ταὐτολογῆσαι καὶ τρὶς εἰπεῖν αὐταῖς λέξεσι τὴν αὐτὴν καὶ ἐνταῦθα ἔννοιαν. ἃ γὰρ ὁ Ζεὺς εἶπε πρὸς τὸν ὄνειρον, αὐτὰ ἐκεῖνα ὁ μὲν ὄνειρος ἐξεῖπε τῷ βασιλεῖ, ὁ δὲ βασιλεὺς τῇ γερουσίᾳ, διδάσκοντος καὶ νῦν τοῦ ποιητοῦ, ὡς καὶ προέφαμεν, οὐδὲν εἶναι καινὸν κατὰ καιρὸν πολλάκις ταὐτολογίᾳ χρῆσθαι τὸν ῥήτορα. καίτοι Ζηνόδοτος ὑπερπαθῶν οἷον τοῦ Ὁμήρου καὶ προμηθούμενος ἰάσατο τὴν τρίτην ταὐτολογίαν ἐπιτεμὼν καὶ μεταγράψας οὕτως· «ἀνώγει σε πατὴρ ὑψίζυγος, αἰθέρι ναίων, Τρωσὶ μαχήσασθαι προτὶ Ἴλιον. ὣς ὃ μὲν εἰπὼν ᾤχετ'