Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.266
Not analysed yet
ἀποπτάμενος» καὶ ἑξῆς. φασὶ δὲ πρὸς τοῦτον οἱ παλαιοὶ ὡς <οὐ> δυσωπητέον ἐν τοῖς τοιούτοις τὴν ταὐτολογίαν. τὰ γὰρ ἀπαγγελτικὰ ἐξ ἀνάγκης δὶς καὶ τρὶς ἀναπολεῖται ταῖς αὐταῖς λέξεσιν. ἦν δέ, φασί, καὶ ἄλλως ἀναγκαῖον τοῖς συγκεκλημένοις βουλευταῖς διηγήσασθαι τὰ τοῦ ὀνείρου. (v. 70 s.) . Σημείωσαι δὲ ὅτι Ὁμήρου εἰπόντος ὡς «ὁ ὄνειρος τάδε εἰπὼν ᾤχετο ἀποπτάμενος», πτερωτοὶ ἐντεῦθεν οἱ ὄνειροι ἀνεπλάσθησαν. διὸ καὶ Εὐριπίδης τὴν Γῆν «μελανοπτερύγων ὀνείρων μητέρα» καλεῖ. σημείωσαι δὲ καὶ ὅτι μνημονικώτατον Ὅμηρος ἐμφαίνει τὸν βασιλέα, ὃς τοσοῦτον οὐκ ἐξελάθετο τοῦ ὀνείρου, καθὰ καὶ παρηγγέλθη [ἐν τῷ «μηδέ σε λήθη αἱρείτω»], ὥστε καὶ αὐταῖς λέξεσι τὰ ἐκείνου λαλεῖ. Ὅτι τὸ ἀφιέναι καὶ ἀνιέναι λέγεται, οἷον «ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκε». Σοφοκλῆς δὲ λύειν τοῦτό φησιν εἰπών· «ὁ παγκρατὴς ὕπνος λύει πεδήσας, οὐδ' ἀεὶ λαβὼν ἔχει». (v. 73—5) Ὅτι θέμις τοῖς στρατηγοῖς ἔστιν ὅτε πειρᾶσθαι τῶν στρατιωτῶν πρὸ τοῦ πολέμου, εἴτε οἰκείᾳ γνώμῃ πολεμοῦσιν εἴτε ἀνάγκῃ, τουτέστιν εἴτε προθύμως ἔχουσι πολεμεῖν εἴτε καὶ μή· ὡς ἂν προθύμους μὲν ὄντας ἐπιρρώσειαν εἰς πλέον, μὴ προθυμουμένους δὲ εἰς θάρσος ἀγάγοιεν. καὶ Ἀγαμέμνων οὖν ἐνταῦθα, ἐπεὶ Ἀχιλλέως μηνίσαντος ὑπόπτως ἔχει τοῖς Ἀχαιοῖς, «πρῶτον ἔπεσι πειρήσομαι», φησίν, «ᾗ θέμις ἐστί, καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω· ὑμεῖς δὲ ἄλλοθεν ἄλλος κωλύετε». οἴεται γὰρ ἐθελοκακεῖν τυχὸν τοὺς Ἕλληνας διὰ τὴν τοῦ πολεμάρχου Ἀχιλλέως ἀργίαν καὶ διὰ τοῦτο θέλει σχηματίσασθαι τὸν οἴκαδε ἀπόπλουν ὡς ἤδη ἀπογνοὺς τὴν τῆς Τροίας ἅλωσιν. ἐπεὶ δὲ ὕπεστι δέος, μή ποτε ἡδέως οἱ Ἕλληνες τὸν λόγον προσηκάμενοι ὁρμήσωσιν ἀποπλεῖν, συμβουλεύει τοῖς γέρουσιν, ἵνα κωλύσωσιν ἀντιστάντες τῇ τοῦ βασιλέως δημηγορίᾳ. καὶ ἔστι μὲν ἡ βουλὴ ἀγαθὴ καὶ κατὰ τὸν Ὅμηρον πυκινὴ καὶ τῷ ὄντι στρατηγική. τὸ δὲ πρᾶγμα μικροῦ δεῖν εἰς μέγα κατέστρεψεν ἂν κακόν, οἷα τοῦ ὄχλου ἅμα τῷ λόγῳ τοῦ βασιλέως ὑποκινηθέντος εἰς ἀπόπλουν πόθῳ τῶν οἴκοι. καὶ οὐκ ἤδη διὰ τοῦτο μεμπτέον τὴν βασιλικὴν βουλήν. οὐ γὰρ ἐκ τῶν ἀποτελεσμάτων ἀεὶ κριτέον τὰ καλὰ εἴτε καὶ φαῦλα. κατὰ γὰρ τὴν Ἡροδότειον Μοῦσαν «εὖ βουλεύεσθαι κέρδος. εἰ γὰρ καὶ ἐναντιωθῇ τι, βεβούλευται μὲν οὐδὲν ἧττον εὖ, ἥττηται δὲ ὑπὸ τῆς τύχης τὸ βούλευμα. ὁ δὲ βουλευσάμενος κακῶς ἐὰν εὐτυχήσῃ, εὕρημα εὕρηκεν· οὐδὲν δὲ ἧττον κακῶς βεβούλευται». οὔκουν οὐδ' ἐνταῦθα ἐκ τοῦ ἀποτελεσθέντος γνωματευτέον, ἐπαινετέον δὲ τὸ βούλευμα διότι, ὅπερ ἤθελεν ὁ βασιλεύς, ἤνυσται. πεπείραται γὰρ ὅπως οἱ Ἕλληνες ὀκνοῦσι τὴν μάχην· καὶ ἀναλαβὼν αὐτοὺς διὰ τῶν δύο σοφῶν Ὀδυσσέως τε καὶ Νέστορος τὰ μὲν ἀπειλαῖς, τὰ δὲ πληγαῖς, πολλὰ δὲ καὶ λόγοις μαλθακοῖς, ἤδη δὲ καὶ ὀνειδισμοῖς, οὐ μόνον εἰς τὸ ἀρχαῖον ἀποκατέστησε τοὺς ὀκνοῦντας, ἀλλὰ καὶ τεραστίως διέθετο. ἐρεῖ γὰρ ὁ ποιητὴς ὅτι εὐθὺς αὐτοῖς γλυκίων ὁ πόλεμος ἐγένετο ἢ ὁ εἰς τὰ οἰκεῖα