Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.267
Not analysed yet
νόστος. (v. 73) Ἰστέον δὲ ὅτι τὸ θέμις ἐστὶν ἀντὶ τοῦ θεσμός· θέμις γάρ ἐστιν, ὡς εἴρηται, στρατηγῷ ἀποπειρᾶσθαι πρὸ τῆς μάχης τοῦ στρατεύματος. [Σημείωσαι δὲ ὡς τὸ μὲν ᾗ ἀντὶ τοῦ ὅπου σὺν τῷ ι γράφουσιν οἱ τεχνικοί, καθὰ καὶ τὸ πῇ καὶ ὅπῃ καὶ ἄλλῃ, ὅ ἐστιν ἀλλαχοῦ· τὸ δέ «ᾗ θέμις ἐστί» δίχα προσγραφῆς τοῦ ι τιθέασι, καθὰ καὶ τὸ «φὴ νέος, οὐκ ἀπάλαμνος», ἤγουν ὡς νέος οὐκ ἄναλκις, καὶ τὸ μή, οἷον· μὴ τύψῃς, καὶ τὸ νή, οἷον· νὴ τὴν Ἀθηνᾶν, καὶ τὸ ἦ τὸ σχετλιαστικὸν καὶ θαυμαστικόν, καὶ τὸ ὠή ἀνακλητικόν· οἷον· «ὠὴ τίς ἐν πύλαισι δωμάτων κυρεῖ» ἔτι δὲ καὶ τὸ ὠή σχετλιαστικὸν καὶ τὸ ἤδη χρονικόν καὶ νῦνδη ἀντὶ τοῦ ἀρτίως ἐν ἑνὶ τόνῳ, ὃ καί φασι μόνῳ παρῳχημένῳ συντάσσεσθαι.] (v. 74) Τὸ δὲ πολυκλήϊσι προπαροξυτόνως ἀναγινώσκουσιν οἱ παλαιοί. ἔστι μὲν γὰρ ὀξυτόνως κληΐς ἡ ναυτικὴ καθέδρα παρὰ τὸ κλῶ, ἔνθα κλᾶται τὸ σῶμα συγκαμφθέν· ἡ δὲ σύνθεσις βαρύνει αὐτὸ καὶ γίνεται πολυκλήϊς, πολυκλήϊδος, ὡς πολυψήφιδος, μελαγκρήπιδος. Ἰστέον δὲ ὅτι πολυκλήϊδες νῆες οὐ μόνον αἱ πολυκάθεδροι κατὰ τὴν ῥηθεῖσαν ἐτυμολογίαν, ἀλλὰ καὶ μᾶλλον αἱ πολυκλείδωτοι παρὰ τὴν κληῗδα, τουτέστι κοινῶς τὴν κλεῖδα. πολυκλείδωτοι γὰρ ἀληθῶς αἱ νῆες διὰ τὸ πολυγόμφωτον καὶ εὐάρμοστον. ταὐτὸν δὲ κατὰ τοὺς παλαιοὺς κληῒς καὶ ἑδώλιον. [γενικὴ δὲ τοῦ κληΐς κληῖδος καὶ συναιρέσει κλῇδος, ὡς Νηρῇδος· ὅθεν τὸ «κλῃδῶν θρόνοι» παρὰ Λυκόφρονι. δοκεῖ δὲ καὶ ὁ τῆς εἰρεσίας ζυγὸς ἑδώλιον εἶναι.] (v. 75) Τὸ δὲ ἄλλοθεν σημειῶδές ἐστι τοῖς παλαιοῖς ὡς προπαροξυνόμενον, οἳ καὶ λέγουσι κανόνα τοιοῦτον· τὰ εἰς θεν ἐπιρρήματα τῷ ο μόνῳ παραληγόμενα παροξύνονται· Κυπρόθεν, Ἰλιόθεν, Αἰνόθεν, Ἀβυδόθεν. τὸ ἄλλοθεν, πάντοθεν, οἴκοθεν, προπαροξύνονται, διότι ἀόριστά εἰσι καὶ κοινὴν τόπου σημασίαν ἀναδέχονται. ἕτεροι δέ φασιν ἁπλῶς ὡς πάντα τὰ εἰς θεν παροξύνονται χωρὶς τῶν ῥηθέντων τριῶν ὡς σεσημειωμένων. (v. 76) Ὅτι καὶ ἐνταῦθα σχῆμα κεῖται, ὃ λέγεται κατὰ τὸ σιωπώμενον. ὅτι μὲν