Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.28
Not analysed yet
τι ποιῶ, πλεονάσαντος τοῦ α μέσον τοῦ ἴπτω. τάχα δὲ καὶ ἀπὸ τοῦ α ἐπιτατικοῦ ἐπιρρηματικοῦ μορίου καὶ τοῦ ἴπτω γίνεται ἀΐπτω τὸ ἄγαν βλάπτω καὶ κατὰ μετάθεσιν δι' εὐφωνίαν ἰάπτω. ὅθεν [καὶ ὁ Ἰαπετὸς καὶ] τὸ προΐαψεν, ἤγουν μετὰ βλάβης εἰς Ἅιδην πρὸ τοῦ δέοντος ἔπεμψεν, ὡς τῆς προ προθέσεως καιρικόν τι δηλούσης· ἢ ἁπλῶς ἔπεμψεν, ὡς πλεοναζούσης τῆς προθέσεως, καθὰ καὶ ἐν τῷ «νῆας προπάσας» καὶ ἐν ἄλλοις πολλοῖς. εἰ δὲ προσεκτέον τῷ Σοφοκλεῖ ἔνθα λέγει «λόγοις ἰάπτων» οὐδὲ τὸ μετὰ βλάβης παρέπεμψεν ὀρθῶς ἂν ἔχοι ἐπὶ τοῦ προΐαψεν, ἀλλὰ ἀσυνθέτως καὶ κατὰ μόνας αὐτὸ δὴ τὸ βλάπτειν ἡ λέξις δηλοῖ, λέγοντος οἷον τοῦ ποιητοῦ, ὅτι οὐ νόσῳ, οὐ τραύμασι μόνοις, οὐκ ἄλγεσιν ἡ μῆνις ἴαψεν ἤτοι ἔβλαψε τὰς τῶν ἡρώων ψυχάς, ἀλλὰ ἐσχάτῳ πάντων κακῷ, τῷ Ἄϊδι. ἐντεῦθεν δὲ οἱ μεθ' Ὅμηρον ἀπονάμενοι ζημιοῦσθαί τινά φασι θανάτῳ ἢ δικαιοῦσθαι καὶ ποινηλατεῖσθαι πληγαῖς ἢ ἀτιμίαις ἢ εἱρκτῇ ἢ οὕτω πως. [Ἄλλως μέντοι τὸ «ἰάψῃς ὀρχήματα» ἑτέραν ἔννοιαν ὑποβάλλει τοῦ ἰάπτειν παρὰ τῷ αὐτῷ Τραγικῷ. ἔστι γὰρ ἰάψειν ὄρχησιν ἢ τὸ εἰπεῖν καὶ διδάξαι παρὰ τὸ ἔπω ἴπτω πλεονασμῷ τοῦ α κατὰ τὸ ἐνέπω ἐνίπτω, ἢ τὸ ἐπιπέμψειν ἀπὸ τοῦ ἱῶ, ἐξ οὗ τὸ ἀφίημι· ὡς γὰρ θῶ θάπτω, ῥῶ ῥάπτω, οὕτως ἱῶ ἰάπτω τὸ ἵημι, ὅ ἐστι πέμπω· ὅθεν καὶ ἰός.] Ἰστέον δὲ καὶ ὅτι τὸ ὅλον τοῦτο χωρίον τὸ «πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν» ἐπαινεῖται πρὸς τῶν παλαιῶν ὡς καιρίως ἐμπερίβολον. ἔγκειται γὰρ αὐτῷ, φασί, ταῦτα· τὸ ψυχάς, οὐσία· ποσὸν τὸ πολλάς· ποιὸν τὸ ἰφθίμους· τόπος τὸ Ἄϊδι· χρόνος τὸ προΐαψεν, ὅ ἐστι πρὸ τοῦ μοιριδίου, φασίν, ἔπεμψεν. (v. 4) Ἥρωας δὲ ἡ παλαιὰ σοφία γένος τι θεῖον εἶναι δοξάζει μέσον θεῶν καὶ ἀνθρώπων. καὶ τὸ μὲν θεῖον φῦλον εἰς θεοὺς διαιρεῖ καὶ δαίμονας, ὧν καὶ διαφορὰν λέγει, ὁποία φανήσεται ἀλλαχοῦ· τοὺς δὲ ἀνθρώπους εἴς τε ἥρωας καὶ εἰς αὐτὸ τοῦτο ἀνθρώπους. καὶ ὑποβεβηκέναι μέν φησι θεοῖς δαίμονας, ἀνθρώπους δὲ ἥρωσιν, οὓς καὶ ἐκ θείου καὶ ἀνθρωπίνου σώματος φῦναι λέγουσι. διὸ καὶ Ἡσίοδος ἡμιθέους αὐτοὺς λέγει ἢ ἐκ θεᾶς ὄντας καὶ θνητοῦ ἀνδρός, ὁποῖος καὶ Ἀχιλλεὺς ὁ ἐκ Θέτιδος καὶ Πηλέως· ἢ ἀνάπαλιν, ὁποῖον ὁ Λυκόφρων τὸν Ἕκτορα παραδίδωσι, πατρὸς μὲν Ἀπόλλωνος, θνητῆς δὲ μητρός. καὶ οὕτω μέν τινες. ἕτεροι δὲ συντομώτερον φράζοντές φασιν· ἄκρα μὲν θεοὶ καὶ ἄνθρωποι· μέσον δὲ γένος ἀμφοῖν τὸ ἡρωϊκόν, θεοῖς μὲν ὑποβεβηκός, ἀνθρώπων δὲ ὑπερκείμενον διὰ