Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.274
Not analysed yet
ἀδινάων», καὶ τὸ πυκνὸν καὶ ἰσχνόν, οἷον «ἀμφ' ἀδινὸν κῆρ». κατὰ δέ τινας καὶ τὸ ἠρέμα, οἷον «ἀδινῶς ἀνενείκατο φώνησέν τε».] (v. 88) Πέτραν δὲ γλαφυρὴν τὸ σπήλαιον λέγει, ὡς εἴρηται, ἵνα νοῶμεν ἐκ τοιαύτης πέτρας ἤτοι σπηλαιώδους τὰς ῥηθείσας ἀδινὰς μελίσσας ἐξέρχεσθαι· ἀπὸ γὰρ μικροῦ ἀγγείου ἑτέρου πολλαὶ οὕτως οὐκ ἂν ἐξέλθοιεν μέλισσαι, ἵνα ἐξ αὐτῶν ὁ ποιητὴς ποιήσῃ παραβολὴν εἰς τὸ τοσοῦτον στράτευμα τῶν Ἀχαιῶν. Ἰστέον δὲ ὅτι τὸ πέτρα γλαφυρή καὶ τὸ παρ' Ἡσιόδῳ «γλάφυ πετρῆεν» ταὐτὸν δηλοῦσι· καὶ ὅτι ἐνταῦθα μὲν ἐπὶ αὐτοφυοῦς πράγματος ἥρμοσε τὸ γλάφειν, ἐξ οὗ τὸ γλαφυρόν, κυρίως δὲ ἐπὶ χειροκμήτων τὸ τοιοῦτον τίθεται ῥῆμα κατὰ ὀνοματοποιΐαν, ὡς καὶ τὸ γράφειν. καὶ δηλοῖ ὁ ποιητὴς τοῦτο ἐν Ὀδυσσείᾳ εἰπών· «εὐνὰς διαγλάψασα», ὅ ἐστι κοιλάνασα. οὕτω καὶ τὸ σκάπτειν ἀπροσφυὲς ὂν τῷ πλοίῳ ἐποίησεν ὅμως σκάφος αὐτὸ λέγεσθαι, ὅπερ ἐπὶ γῆς μᾶλλον ἁρμόττει, ὡς τὸ «σκάφος οὐκέτι οἰνέων». οἰκειότερον δὲ μᾶλλον ἐπὶ νηὸς τὸ γλαφυρόν, [καθὰ καὶ ἡ κοιλότης, δι' ἣν καὶ κοῖλαι νῆες λέγονται.] Αἰεὶ δὲ νέον ἔρχεσθαι τὰς μελίσσας λέγει διὰ τὸ πολὺ πλῆθος, ἵνα λέγῃ ὅτι οὕτω πολλαὶ ἦσαν, ὥστε συνεχῶς προϊοῦσαι νεωστὶ ἐδόκουν ἐξέρχεσθαι. οἱ δὲ νέον τὸ ἔαρ νοοῦσιν, εἰ καὶ ἄλλως πολιὸν λέγεται διὰ τὰ τότε ἄνθη, καὶ λέγουσιν ὅτι κατὰ τὸ νέον ἤτοι κατὰ τὸ ἔαρ ἔρχονται· τότε γὰρ μάλιστα τῶν σίμβλων ἐκπέτονται ἐς τὰ ἄνθη. ἄλλοι δέ φασιν, ὅτι τὰ μὲν ἄλλα ζῷα τὴν πτῆσιν ἀποτεταμένην ποιοῦσιν, αἱ δὲ μέλισσαι κατὰ βραχύ. διὸ καί, οἷον εἰπεῖν, ἀεὶ νέον δοκοῦσι πέτεσθαι ὥσπερ ἄρτι ἀρχόμεναι καὶ μικρὸν ἐπικαθεσθεῖσαι τοῖς ἄνθεσιν εἶτα αἴρονται καὶ πάλιν ἐφιζάνουσαι αὖθις πέτονται. καὶ ἄλλως δέ, φασί, νέον πέτονται ἤτοι ἀκμαῖον, ὡς ἀεὶ ὁμότονον ἀπ' ἀρχῆς ἕως τέλους τὴν πτῆσιν ποιούμεναι. (v. 89) Τὸ δὲ βοτρυδὸν πέτεσθαι τὰς μελίσσας εἴληπται μὲν ὁμοιοτελεύτως πρὸς τὸ ἰλαδὸν ἰέναι τοὺς Ἕλληνας. πάνυ δὲ ἡ λέξις ἔχει ἐμφαντικώτατα· εἴποις γὰρ ἂν ἰδὼν τὸ ἔθνος τῶν μελισσῶν, ὅταν ἐπικαθεσθῇ ἄνθεσι, βότρυϊ ἐοικέναι, ὡς ἀπὸ ῥαγῶν συγκειμένῳ ξανθῶν. ἐξήρτηνται γὰρ ἀλλήλων ὡς ῥᾶγες· καὶ πετόμεναι δὲ ἐγγὺς ἀλλήλων εἰσίν, οὐ μόνον ὅτι ὑπὸ βασιλεῖ πέτονται προάρχοντι τῆς πτήσεως, ἀλλὰ καὶ διὰ δειλίαν τὴν ἀπὸ τῶν μελισσοφάγων ὀρνίθων. συνασπίζουσι γὰρ ὥσπερ τῇ πυκνώσει, καθὰ καὶ τὰ τῶν προβάτων ποίμνια. ἤδη δὲ καὶ διὰ τὸ δύσριγον, ψυχραὶ γάρ εἰσιν, ἐγγὺς ἀλλήλων πέτονται θερμότητα ἑαυταῖς ἐντεῦθέν τινα μηχανώμεναι. ἰστέον δὲ ὅτι Ὁμήρου εἰπόντος βοτρυδὸν τὰς μελίσσας πέτεσθαι, ἐναλλάξας τὸ σχῆμα παλαιός τις σμῆνος ἔφη βοτρύων καὶ ἐπεσημήνατο ἀντιστρόφως εἰπεῖν τῷ ποιητῇ εἰπόντι τὸ βοτρυδόν ἐπὶ μελισσῶν· ὡς καὶ ἐάν τινος εἰπόντος τοὺς ἄνδρας ὡς θῆρας μάχεσθαι, ἕτερος