Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.275
Not analysed yet
ἀναστρέψας εἴπῃ τοὺς θῆρας ἀνδρῶν δίκην μαχεσθῆναι. ποιεῖ δὲ τοιαῦτα καὶ Πίνδαρος. Ὁμήρου γὰρ ἐν ταῖς αὐτοῦ ποιήσεσι τὴν Μοῦσαν ἀείδειν διεγείραντος, αὐτός φησιν ὅτι ἀνέηκέ με ἡ Μοῦσα ἤγουν ἀνέπεισε· πάλιν Ὁμήρου νέφος εἰπόντος πεζῶν ὁ Πίνδαρος στρατόν φησι νεφελῶν, ἀντιστρέψας καὶ οὕτω τὸ Ὁμηρικόν, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. Τὸ δέ «ἐπὶ ἄνθεσιν ἐαρινοῖς» ἀντὶ τοῦ «ἐπὶ ἄνθη ἐαρινά» ὅμοιον τῷ «ἦλθεν ἐπὶ Κρήτεσιν» ἀντὶ τοῦ «ἐπὶ τοὺς Κρῆτας». ἠρινῶν δὲ ἀνθέων μέμνηται διὰ τὸ φύσει κατὰ ἔαρ πλεονάζειν αὐτά. χειμὼν γὰρ ἄνθη οὐκ οἶδε· μετοπώρῳ δὲ εἴπερ εἰσί, τὴν παροιμίαν ξενίζουσιν «ἐν μετοπώρῳ τὰ ἄνθη» λέγουσαν. (v. 90) Τὸ δὲ ἅλις παρὰ τὸ ἁλίζω γίνεται, ὅθεν καὶ ἁλία Περσῶν παρ' Ἡροδότῳ ἡ ἄθροισις. ἴσως δὲ ἐκεῖθεν παρ' αὐτῷ καὶ τὸ ἀλέες ἀντὶ τοῦ ἠθροισμένοι ὁμοῦ, ὅπερ Ὅμηρος ἀολλέες φησί. (v. 93) Τοῦ δὲ ἰλαδόν χρῆσις καὶ παρὰ Ἡσιόδῳ. πρωτότυπον δὲ αὐτοῦ ἡ ἴλη, ὃ σημαίνει τὴν τάξιν. καὶ πάλαι μὲν καὶ ἡ ἴλη καὶ τὸ ἰλαδόν διὰ τῆς ει διφθόγγου εἶχε τὴν ἄρχουσαν, ὡς ἀπὸ τοῦ εἰλῶ, τὸ συστρέφω, ἐξ οὗ τότε καὶ τὸ πέδειλον. ὕστερον δὲ οὐχ' οὕτως, ἀλλ' ἐν τῷ ι αὐτοῖς ἡ γραφή. Σημείωσαι δὲ καὶ ὅτι διχῇ χρωμένου τοῦ ποιητοῦ ταῖς παραβολαῖς, ταῖς μὲν δι' ὀλίγου καὶ πάνυ στενῶς, ταῖς δὲ εἰς πλάτος, ὡς προείπομεν· πρώτη μὲν αὐτῷ βραχυτάτη παραβολὴ καὶ ἀναπόδοτος ἐν τῇ αʹ ῥαψῳδίᾳ ἐστὶ τὸ «ἠΰτ' ὀμίχλη», πλατεῖα δὲ πρώτη αὕτη ἐνταῦθα ἐκ τῶν μελισσῶν ληφθεῖσα, ζῴου συγγενοῦς τῇ ποιήσει, ὥς φασιν οἱ παλαιοί, διά τε τὸν μόχθον τὸν ἐπὶ τῇ ἐργασίᾳ καὶ διὰ τὴν τοῦ ἔργου γλυκύτητα καὶ τὸ τοῦ κηρίου εὐσύνθετον. ὧν πάντων μετέχει καὶ ἡ ποίησις πόνῳ τε προϊοῦσα—οὐδὲν γὰρ τῶν καλῶν πόνου χωρίς—ἔχουσα δὲ καὶ γλυκύτητα οὐκ ὀλίγην, ἐναγλαϊζομένη δὲ καὶ τῇ τοῦ μέτρου εὐσυνθεσίᾳ. (v. 92) [Ἐν τούτοις δὲ τὸ ἔστιχον ἐστιχόωντό φησιν Ὅμηρος ὡς ἀπὸ ἐνεστῶτος τοῦ στιχῶ. ὡς γὰρ στείβω, οὗ δεύτερος ἀόριστος ἔστιβον καὶ μέλλων δεύτερος στιβῶ, ἀφ' οὗ ἐξ ἀναδρομῆς τῆς εἰς θέμα ἐνεστὼς ὁ στιβῶ· οὕτω καὶ ἐκ τοῦ στείχω, ἔστιχον, στιχῶ, θεματικὸς ἐνεστὼς συζυγίας δευτέρας τῶν περισπωμένων στιχῶ, ἐξ οὗ τὸ ἐστιχῶντο. τὸ μέντοι στιβῶ στιβήσω οὐ φαίνεται οἵας συζυγίας ἐστίν. Ὅτι τὸ «ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο» ἀγχιβαθῆ εἶναι δηλοῖ