Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.29
Not analysed yet
μετουσίαν ἀρετῆς, ἀφ' ἧς καὶ δοκοῦσι παρονομάζεσθαι. καὶ δῆλον, ὡς οἱ τοιοῦτοι ἀπὸ τῆς ἀρετῆς βούλονται καλεῖσθαι τοὺς ἥρωας, ἀνθρώπους μὲν ὄντας, διὰ δὲ τὸ θεῖον τῆς ἀρετῆς ἡμιθέους νομισθέντας. ἄλλοι δὲ ἀπὸ τοῦ ἔρωτος τροπῇ τοῦ ε εἰς η παράγουσι τοὺς ἥρωας, καὶ τούτου ἢ ἐπαινετοῦ καὶ εἰς κάλλος θεῖον ὁρῶντος καὶ ἀνατεινομένου εἰς τὸ ἄκρον ἐφετὸν καὶ τῶν κάτω μὲν ἀπάγοντος τὸν ἄνθρωπον, ταῖς δὲ ἀνωτάτω θέαις προσενοῦντος, ὡς οὕτω κληροῦσθαι ἡμιθέου κλῆσιν αὐτόν· ἢ καὶ ἄλλως, ἐκ μυθικοῦ ἔρωτος καὶ ἐμπαθοῦς. ἔρως γὰρ κάλλους ἀμυθήτου πολὺς μυθικῶς ἐκκαυθεὶς τὰ ἀνομοίως ἔχοντα γένη συντήξας οἷον πρὸς γάμον ἔμιξεν. ἄλλοι δὲ ἀπὸ τῆς ἔρας τοὺς ἥρωας εἶπον καλεῖσθαι· γῆθεν γὰρ ἦσαν, εἰ καὶ δι' ἀρετὴν ὥσπερ οὐρανώθησαν. οἱ δὲ ἀπὸ τοῦ ἀέρος, ὡς δηλοῦται καὶ ἔν τινι τῶν παρὰ Πορφυρίῳ ἐπιγραμμάτων, ἐν ᾧ κεῖται τὸ «σῆμα μὲν ἐν πόντῳ κεῖται· πνεῦμα δ' ἀὴρ ὅδ' ἔχει». φησὶ δὲ καὶ Ἡσίοδος «ἠέρα ἑσσάμενοι, πάντῃ φοιτῶντες ἐπ' αἶαν» ἤγουν ἐνδυθέντες ἀέρα, ὡς μετὰ τὸ ἀπολυθῆναι τοῦ σώματος μὴ κάτω ἀπιόντες ἀλλ' ἐν ἀέρι ὄντες καὶ γέρας ἔχοντες τὸ πανταχοῦ γῆς φοιτᾶν καὶ τὰ κατ' ἀνθρώπους ἐπισκέπτεσθαι. Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα Ὅμηρος τήν τε ἑαυτοῦ ποίησιν σεμνύνει καὶ τὸν ἀκροατὴν δὲ πάλιν παραμυθεῖται, ὡς, εἰ καὶ ἀπὸ τοῦ ἐσχάτου ἤρξατο ἔτους, ὅμως καὶ μεγάλα καὶ πολλά τινα ἐρεῖ καὶ οὐ μικροπρεπὴς αὐτῷ ἔσται ἡ ποίησις. καὶ ὑποβάλλει ἐλπίδας ὡς οὐδὲ περὶ τυχόντων ἐρεῖ προσώπων, ἀλλὰ ἡρώων, καὶ τούτων πολλῶν, μεμνήσεται, ὥστε καὶ πράξεων ἡρωϊκῶν τῶν ἐν Τρωσί τε καὶ Ἕλλησι. διὰ τοῦτο γὰρ καὶ προανεφώνησεν, ὡς εἴρηται, ὅτι μυρία τοῖς Ἀχαιοῖς ἡ τοῦ Ἀχιλλέως μῆνις ἄλγεα ἔθηκεν, ἐκ τῶν Τρώων δηλαδὴ ἡρωϊκῶν καὶ αὐτῶν ὄντων καὶ οἵων δαψιλῆ χορηγίαν ἱστορίας, ναὶ δὴ καὶ πλάσεως δραματικωτέρας, ὑποβαλεῖν τῷ ποιητῇ, ὡς εἶναι τὸ Ὁμηρικὸν ὅλον προοίμιον, καθὰ καὶ ἐρρέθη, προκατασκευήν τινα, ἣν οἱ μὲν φιλόσοφοι σκοπὸν λόγου καλοῦσιν, οἱ δὲ ῥήτορες καὶ προέκθεσιν καὶ ὑπόσχεσιν ὑπισχνουμένου τοῦ ποιητοῦ ἐκ τῆς τοῦ Ἀχιλλέως ἄρξασθαι μήνιδος καὶ μυρία ἱστορήσειν ἄλγη καὶ πολλὰς πράξεις ἡρωϊκάς. ἐν τούτοις δὲ καὶ ψόγος μήνιδος εὐφυῶς ὑποφαίνεται· ὡς πάνυ γὰρ αὕτη χειρίστη, εἴπερ διὰ μὲν ὁμόνοιαν σωτηρία πολυετὴς ἦν τοῖς Ἀχαιοῖς, διὰ δὲ τὴν ὀλιγοήμερον Ἀχιλλέως μῆνιν τοσαῦτα ἐπιγεγόνασι κακά. φευκτέον ἄρα τὴν μῆνιν, ἧς τὴν φαυλότητα τοῖς προθύροις ἐπέγραψε τῆς Ἰλιάδος ὁ ποιητής. εἰ δὲ μὴ μόνον ἥρωες Ἄϊδι παρεπέμφθησαν διὰ τὴν τοῦ Ἀχιλλέως μῆνιν, ὅμως ἐκ μέρους τοῦ τῶν ἰφθίμων ψυχῶν τῶν