Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.282
Not analysed yet
καὶ τὸν Οἰνόμαον καταρρίψας τοῦ ἅρματος διεκπεσεῖν ἄρτι τῆς εὐνῆς πειρᾶται τὸν Πέλοπα. ταῦτά τε οὖν, ὡς εἰκός, ἐλάλησε καὶ βίαν ἐξετραγῴδησε καὶ δόλον Μυρτίλου καὶ λόγους αἱμύλους καὶ ὅσα ἄλλα ὁ δυστυχήσας ἔρως εἰς κατηγορίαν ὑπηγόρευε τῇ γυναικί. πιστεύει τοῖς λόγοις ὁ Πέλοψ καὶ πείθεται καὶ τοῦ Μυρτίλου καταδιαιτήσας ἐρήμην οὐκ ἤθελεν ἐκεῖνον ἔτι ζῆν· ἤδη γὰρ αἱ τῆς δίκης ἄρκυες τῷ Μυρτίλῳ ἐπήγνυντο. καὶ τέως μὲν ὁ Πέλοψ ἐχεμυθῶν ἔπεττε τὸν χόλον. ἐπειδὴ δὲ πρὸς κρημνῷ βαθυτάτῳ γένοιτο καὶ στενοχωρίᾳ ὁδοῦ καὶ θάλασσα μὲν ὑπέξυε τὸν κρημνόν, ὁ δὲ πυκναῖς πάγων ἐξετραχύνετο προβολαῖς, καὶ ὁ Μυρτίλος ἀφυλάκτως εἶχεν οὐδέν τι συνειδὼς ἑαυτῷ δεινόν, λαβόμενος ἀπροόπτως ὁ Πέλοψ ἐκείνου βάλλει κατωκάρα τὸν ἄνδρα. καὶ ὁ μὲν κατέβαινε θανούμενος ταύτην εὑρὼν ποινήν, οἷς τὸν δεσπότην Οἰνόμαον ἔσφηλεν, ὁ δὲ Πέλοψ ἐφ' ὁμοίοις ἑαυτῷ κηλῖδα δυσδαιμονίας ἐνέτριψεν ἐν οὐ καλοῖς τὸν εὐεργέτην Μυρτίλον ἀμυνάμενος. ἔτι γὰρ ἑαυτοῦ ὢν ὁ Μυρτίλος καὶ εἰδώς, ὡς οὐκ ἐν δίκῃ πίπτει, ἐπαρᾶται, καθά που Οἰνόμαος αὐτῷ, οὕτως αὐτὸς πανωλεθρίαν τῷ γένει τοῦ Πέλοπος. καὶ αὐτὸς μὲν οὕτως εἰπὼν οὐκέτι λαλεῖν εἶχεν, ἀλλὰ κατενεχθέντα αὐτὸν εἶχε τὸ ὑποκείμενον πέλαγος, ὃ καὶ Μυρτῷον ἐκεῖθεν ἐκλήθη· περὶ ὃ καὶ ἡ Αἴγινα νῆσος κεῖται κατά τινας καὶ ἡ Ἐλευσίν. ἡ δὲ δίκη ἐπιστρέφεται τοῦ Μυρτίλου καὶ τρέπεται κατὰ τοῦ γένους τῷ Πέλοπι καὶ εἰς τοὺς ἐπιγόνους παραπέμπει τὰς ποινάς. ἐντεῦθεν οἱ Πελοπίδαι Ἀτρεύς τε καὶ Θυέστης τῇ τραγῳδίᾳ πολλὴν ἐχορήγησαν ὕλην, ὁ μὲν ἀδικήσας εἰς λέχος τὸν Ἀτρέα καὶ τὸ χρυσόμαλλον ἀρνίον ὑποσπάσας, ὃ πρὸς Ἑρμοῦ ἐκεῖνος εἶχεν ἐν τοῖς θρέμμασιν ἐξαίρετον, ὁ δὲ τῷ Θυέστῃ παραβαλὼν εἰς τροφὴν τὰ φίλτατα, ὧν καὶ γευσάμενος ἐκεῖνος πόλιν ἐξ αὐτοῦ ἀφῆκε καλεῖσθαι τὴν Ἔμειαν, ὅπου δηλαδὴ τὰ καταβρωθέντα ἐξήμεσε. καὶ ταῦτα μὲν Ἀτρεὺς καὶ Θυέστης, ἵνα τις ἐπιτέμῃ τὰ πολλά. Ἀγαμέμνων δὲ ὁ τοῦ Ἀτρέως καὶ Αἴγισθος ὁ τοῦ Θυέστου καὶ αὖ Ὀρέστης ὁ τοῦ Ἀγαμέμνονος, ὅπως τοὺς πατρῴους οἴκους διέθεντο, αἱ ἱστορίαι θρυλλοῦσι. ῥίπτει γὰρ Ἀγαμέμνονα μὲν Αἴγισθος ἀλάστωρ γενόμενος τοῦ βασιλικοῦ λέχους τε καὶ σώματος, Αἴγισθον δὲ Ὀρέστης ἀμύνων τῷ πατρί, αὐτός τε τροχηλατούμενος κατὰ τὴν τραγῳδίαν τῷ τῆς μητρὸς αἵματι οὐκ εὐδαιμόνως ἔζησεν. οὕτως αἱ τοῦ Μυρτίλου Ἐριννύες τὸ τοῦ Πέλοπος γένος μετῆλθον, ὃς τὸν Μυρτίλον ἀνελὼν καὶ ἑαυτῷ ἡνιοχήσας πλήξιππος ὑπὸ Ὁμήρου κέκληται ὡς τὴν ἡνιοχείαν αὐτουργήσας, [ὡς εἴπερ ἦν πλήξιππος, κεντρηνεκέας ἄρα ἤλαυνεν ἵππους.] ἀλλὰ ταῦτα μὲν ἄλλοι. (v. 106 s.) Ὅμηρος δὲ τὰ μὲν κατὰ τὸν Ἀγαμέμνονα καὶ τὸν Αἴγισθον οἶδε, τὰ δὲ κατὰ τὸν Ἀτρέα καὶ τὸν