Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.283
Not analysed yet
Θυέστην οὐχ' ὁμοίως τοῖς λοιποῖς ἱστορεῖ, ἀλλὰ φαίνεται εἰδὼς αὐτοὺς πάνυ φίλια φρονοῦντας ἀλλήλοις. Φησὶ γάρ, ὅτι Ἀτρεὺς θνῄσκων ἔλιπε τὸ σκῆπτρον τῷ Θυέστῃ, ὡς ἐπὶ παιδὶ ἀτελεῖ τῷ Ἀγαμέμνονι θνῄσκων τῷ πρεσβυτάτῳ τῶν παίδων καὶ ἀναθεὶς τῷ ἀδελφῷ Θυέστῃ ἐπιτροπεύειν τοῦ Ἀγαμέμνονος. ὁ δὲ αὖθις ἔλιπε τὸ σκῆπτρον, οὐ τῷ παιδὶ Αἰγίσθῳ περιόντι, ἀλλὰ τῷ Ἀγαμέμνονι τῷ ἐπιτροπευομένῳ δίκαια ποιῶν. Τινὲς δέ φασι τὸν ποιητὴν εἰδέναι μὲν καὶ αὐτὸν τὰ κατὰ τὸν Ἀτρέα καὶ Θυέστην κακά, σιωπῆσαι δὲ αὐτὰ διὰ τὸ τῆς ἱστορίας οὐκ εὔφημον καὶ ἵνα μὴ βλασφημήσῃ τὸ γένος· οὐ γὰρ εἴωθε κακολογεῖν Ὅμηρος. ἐμφαίνει μέντοι, φασίν, ὥσπερ διὰ τοῦ πλήξιππος τὰ κατὰ τὸν Μυρτίλον μιᾷ λέξει τὸ πολὺ παραφήνας τοῦ πράγματος διὰ τὸ μὴ εὐκαίρως ἔχειν πολυλογεῖν, οὕτω καὶ ἐνταῦθα ὁμοίως τὰ κατὰ τὸν Ἀτρέα καὶ Θυέστην διὰ τοῦ ἔλιπεν. ἐπὶ μὲν γὰρ τῶν ἄλλων προσώπων, παρ' οἷς οὐκ ἦν τις διαφορά, τὸ ἔδωκε λέγει· ἔδωκεν Ἥφαιστος, ἔδωκε Ζεύς, ἔδωκεν Ἑρμῆς, ἔδωκε Πέλοψ· ἐπὶ δὲ τῶν ἀλλήλοις διαφόρων τὸ ἔλιπεν ἔθετο, ὡς μήτε τοῦ Ἀτρέως αὐτόθεν ἑκοντὶ τὸ σκῆπτρον δόντος τῷ Θυέστῃ, μήτ' αὖ τοῦ Θυέστου τὸ οἰκεῖον δόντος τῷ Ἀγαμέμνονι· τὸ μὲν γὰρ ἔδωκε φιλίας σημεῖόν φασιν οἱ παλαιοί, τὸ δὲ καταλιπεῖν ἀνάγκης. καὶ τὸ πολύαρνα δὲ τὸν Θυέστην εἰπεῖν ἔμφασιν οἴονται διδόναι τοῦ νοσφισμοῦ τῆς χρυσέας ἀρνός· καίτοι τοῦτο ἄλλως δηλοῖ τὸν πολυθρέμμονα ὡς ἀπὸ μέρους τῶν ἀρνῶν, ἐξ ὧν καὶ τὸ ἄρνυσθαι, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται. καὶ ταῦτα μὲν οὕτως. Ἐν δὲ τῷ χωρίῳ τούτῳ καὶ ἄλλο τι σημειοῦνται οἱ παλαιοί, ὅτι ἐξ ἑκάστου τῶν προσώπων ἡ τοῦ σκήπτρου διάβασις ἀνομοίως γίνεται, κἀντεῦθεν ποικιλίαν μηχανησαμένου τοῦ ποιητοῦ τῷ γενεαλογικῷ τόπῳ τούτῳ οὐ γὰρ κατὰ τὸν αὐτὸν λόγον Ἥφαιστος Διῒ καὶ Ζεὺς Ἑρμῇ καὶ οἱ ἑξῆς τοῖς μετ' αὐτοὺς τὸ σκῆπτρον διδόασιν, ἀλλ' Ἥφαιστος μὲν τῷ Διῒ τεῦξεν ἢ ὡς τεχνίτης χειρῶναξ βασιλεῖ χαρισάμενος ἢ ὡς ἐπιτεταγμένος ὑπὸ Διός· Ζεὺς δὲ τῷ Ἑρμῇ δίδωσιν ὡς κηρύκιον. ῥάβδος δὲ τὸ κηρύκιον σύμβολον οὖσα τοῦ κήρυκα εἶναι τὸν φέροντα. Ἑρμῆς δὲ τῷ Πέλοπι τυχὸν μὲν δωρεῖται, ὃ εἶχε κηρύκιον, τυχὸν δὲ καὶ ὡς λαβὼν αὐτὸ πρὸς Διὸς καὶ κελευσθεὶς κομίσαι τῷ Πέλοπι· Πέλοψ δὲ τῷ Ἀτρεῖ ὡς υἱῷ κληρονομήσαντι τῆς ἀρχῆς· Ἀτρεὺς δὲ Θυέστῃ ὡς ἐπιτρόπῳ τοῦ παιδός, καθὰ γέγραπται· ἐτελεύτησε γὰρ ἐπὶ μικροῖς τοῖς παισί· Θυέστης δὲ τῷ Ἀγαμέμνονι ὡς πληρῶν τὸ ἐπιτραπέν. (v. 108) Τὸ δέ «πολλαῖς νήσοις καὶ Ἄργεϊ παντὶ ἀνάσσειν» δεῖγμά ἐστι τοῦ μὴ ἁπλῶς χειροτονητὸν εἶναι εἴτ' οὖν αἱρετὸν βασιλέα τὸν Ἀγαμέμνονα κατά τινας, οἷς καὶ ὁ Εὐριπίδης ἐν τῇ κατ' αὐτὸν Ἰφιγενείᾳ συνηγορεῖ· οὐ γὰρ Μυκήνης μόνον αὐτὸν βασιλέα λέγει, ἀλλὰ