Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.30
Not analysed yet
ἡρώων καὶ τοὺς κοινοὺς νοητέον ἀνθρώπους. τάχα δὲ καὶ ἅπαντας τοὺς Ἀχαιοὺς συλλαβὼν ἐπαίνου νόμῳ ἥρωας λέγει, ἀποσεμνύνων τοὺς θανόντας ἐν τῇ μάχῃ καὶ παραθαρρύνων παιδευτικῶς καὶ ἑτέρους εἰς ὅμοια, ὡς θεῖον ὂν καὶ μακαριστὸν τὸ οὕτω θνῄσκειν καὶ ἡρωϊκόν. οὕτω καὶ Ἀγαμέμνων ἐν τοῖς ἑξῆς θεραπεύων τὸ Πανελλήνιον ἥρωας αὐτοὺς καλεῖ ὁμοῦ πάντας καὶ οὐ μόνον, ἀλλὰ καὶ φίλους καὶ θεράποντας Ἄρεος. Κἀκεῖνο δὲ ἰστέον ὅτι σοφώτερόν τινες ἐμβαθύναντες τὸ ἐξ ἀνδρὸς καὶ θεᾶς ἢ ἐκ θεοῦ καὶ γυναικὸς θνητῆς τοὺς ἥρωας γενέσθαι οὕτως ἀνήγαγον φάμενοι τῶν ἀρετῶν τὰς μὲν ἀρρενωποὺς καὶ ἀνδρώδεις, οἷον τὴν ἀνδρίαν, τὸ τῆς δικαιοσύνης ἐπεξελευστικὸν κατὰ τῶν ἀδικούντων, τὸ τῆς φρονήσεως δραστικόν, καὶ τὰ τοιαῦτα· τὰς δὲ οἷον θηλυτέρας διὰ τὸ μαλθακώτερον, οἷον τὴν ἐπείκειαν, τὴν φιλίαν, τὸ πρᾷον, τὸ ἐλεεῖν καὶ ὅσα τοιάδε. οἱ μὲν οὖν ἀνδρώδους ἀρετῆς μέτοχοι ἄνθρωποι θεοῦ πατρὸς ἐλέγοντο· οἱ δὲ τῆς θηλυτέρας, ἀλλ' οὗτοι μητρὸς θεᾶς ἐφημίζοντο. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Ἡ δὲ ἱστορικὴ κατάστασις ἡ περὶ τοῦ τῶν ἡμιθέων μύθου τοιάδε· ἀγὼν τοῖς παλαιοῖς ἦν πολύς, ὡς εἰκός, ἀποσεμνύνειν τοὺς ἄρχοντας ἢ καὶ ἄλλως ὑπερέχοντας· καὶ ἕκαστοι τῶν ἐξ ἔθνους ἡμιλλῶντο τοῖς οἰκείοις βασιλεῦσιν ἐπινοήσασθαι πλείω τῶν λοιπῶν σεμνώματα. διὸ καὶ τοὺς κοινοὺς ἐγκωμιαστικοὺς ὑπεραναβάντες τόπους διὰ τὸ ὑψηλὸν καὶ θειότερον τῆς βασιλείας οὐκέτι ἐκ πατέρων ἢ προγόνων τῶν ἁπλῶς ἤθελον κατάγειν τοὺς ἡγουμένους, ἀλλ' ἔνθεόν τι γένος τὸ βασιλικὸν ὑπολαβόντες θεοὺς αὐτοῖς πατέρας ἐπέστησαν καὶ τοῦτο κατὰ μέθοδον πολυσχιδῆ καὶ πολύτροπον καὶ ὡς ἑκάστῳ τῶν ἀρχόντων ἦν προσφυέστερον, ἵνα καὶ πιθανὸν εἴη τὸ θεόθεν γενεαλόγημα. καὶ τοίνυν οἷς μὲν τὸ εὐγενὲς καὶ βασιλικὸν ἄκρως ἐπέπρεπεν, ἐκ Διὸς τούτους ἐποίουν κατάγειν τὸ γένος· οἷς δὲ λόγος ἐνέλαμπεν, Ἑρμῆς τούτοις ἐξελαλεῖτο πατήρ· ὁ μουσικὸς ἄρχων εἴτε καὶ μαντικὸς καὶ ἰατρικὸς Ἀπόλλωνι παῖς ἐπεγράφετο· ὁ στρατιωτικὸς καὶ ἀνδρεῖος ὑπὸ πατρὶ ἐτάττετο Ἄρεϊ· τοὺς ᾠδικοὺς ἤτοι ποιητικοὺς Καλλιόπη ἢ Τερψιχόρη παιδοποιησαμένη ἦγεν εἰς φράτορας· τοὺς δὲ τοιούτους καὶ Ἀπόλλων ᾠκειοῦτο εἰς παῖδας, ὅτι καὶ συνάδειν Μούσαις λέγεται· ὁ περὶ ποίμνια οὐ νομίου Πανὸς μόνον ἐλέγετο, ἀλλὰ καὶ αὐτοῦ Ἑρμοῦ, ἤδη δὲ καὶ Ἀπόλλωνος, ὅτι καὶ νομίω ἐστὸν ἄμφω Ἀπόλλων τε καὶ Ἑρμῆς· ὁ ποδήνεμος Ζήτης τυχὸν ἢ Κάλαϊς ἐκ Βορέου καταβαίνει πρὸς γένεσιν. καὶ ἄλλως δὲ εἰπεῖν, ὁ ποδώκης καὶ θέειν ὑγρὸς ἢ καὶ τὰ εἰς ναυτιλίαν δεινὸς ἢ καὶ θαλαττοκρατεῖν εὐτυχῶς ἐπιβαλὼν Ποσειδῶνος ἢ Τρίτωνος ἢ Νηρέως ἢ Νηρηΐδος ἢ ὅλως θαλαττίου καὶ ἐνύγρου τινὸς δαίμονος τὸ γένος ἕλκειν ἐλέγετο. εἰ δὲ καὶ λουτροῖς προσπαθῶς εἶχε, πηγή τις