Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.292
Not analysed yet
ἐπίτηδες οἰνοχοεύειν εἰπεῖν τοὺς Τρῶας ἢ μυκτηρίζοντα εἰς τὸν Γανυμήδην, ὃν λόγος ἦν οἰνοχοεύειν τῷ Διῒ Τρωϊκὸν ὄντα, ὡς δι' ἐκεῖνον τοιούτους εἶναι καὶ τοὺς Τρῶας, ἢ διαπαίζοντα ἐκείνους ὡς ἐν συμποσίοις ἀλαζονευομένους. Παρασημειοῦνται δὲ καί, ὅτι Ἴλιον μὲν ὁ ποιητὴς πολλαχοῦ τὴν Τροίαν λέγει, ἐθνικὸν δὲ οὐδαμοῦ λέγει τοὺς Ἰλιεῖς, ἀλλὰ Τρῶας ἁπανταχοῦ. οὕτω καὶ τὴν Εὔβοιαν εἰδὼς τοὺς πολίτας οὐ λέγει Εὐβοεῖς ἀλλὰ Ἄβαντας. τοῦτο δὲ καὶ ἐπὶ ἄλλων ἐν τοῖς ἑξῆς φανεῖται γινόμενον. Παραπηγνύουσι δὲ σημείωσιν καὶ περὶ τῆς τοῦ Ἀχιλλέως ὕβρεως εἰπόντος οἰνοβαρῆ τὸν Ἀγαμέμνονα. ἰδοὺ γάρ, φασίν, ἐνταῦθα τοὺς Ἕλληνας ἀριθμῶν ἀπὸ συμποσίου τὴν μέθοδον ἔλαβεν ὡς φίλοινος καὶ περὶ τοιαῦτα κεχηνώς· ἐνῆν γὰρ καὶ ἄλλως μεθοδεῦσαι τὴν αὐτῶν ἀρίθμησιν. Τὸ δὲ ὑπὲρ δεκαπλασίους εἶναι τῶν Τρώων τοὺς Ἕλληνας ὑπερβολικῶς εἰρῆσθαί φασι λέγοντες Τρώων μὲν εἶναι μυριάδας πέντε, Ἑλλήνων δὲ δώδεκα, ἢ κατὰ τὸν Ἀρίσταρχον δεκατέσσαρας καὶ δύο χιλιάδες καὶ τριακόσιοι εἴκοσι. Σημείωσαι δὲ ὅτι Ἀγαμέμνων μὲν Ἀχαιοῖς δέκα ἕνα ἐπιστήσας οἰνοχόον Τρῶα μετρίως ἔφη· ὁ δὲ παρ' Ἡροδότῳ Ξέρξης ὀγκηρότατα μετρεῖ τοὺς ἑαυτοῦ εἰπὼν πρὸς Δημάρατον, ὅτι τῷ στρατῷ τῶν Λακεδαιμονίων συγκρινόμενοι πλείονες περὶ ἕνα ἕκαστον γινόμεθα ἢ χίλιοι. (v. 129) [Τὸ δέ «ἐγώ φημι» σεμνόν ἐστιν ὡς ἀξιωματικῶς λεχθέν· οὐ γὰρ ἔφη ἐγὼ οἴομαι, ἀλλ' ἐγὼ ἀποφαίνομαι.] (v. 124) Τὸ δέ «ὅρκια πιστὰ ταμόντες» ἀντὶ τοῦ τελέσαντες, θύσαντες. τοῦτο γὰρ δηλοῖ τὸ ταμόντες· διὰ τομῆς γὰρ ζῴων θυομένων οἱ ἐπὶ μεγάλοις ὅρκοι ἐγίνοντο. ἀεὶ τοίνυν οὕτω λέγει ὁ ποιητὴς κατὰ διάλεκτον Ἰωνικήν, ὡς καὶ παρὰ Ἡροδότῳ ἐστὶν εὑρεῖν. (v. 130 ss.) Ἰστέον δὲ ὅτι πάνυ ὀνειδιστικῶς εἰπὼν καὶ πικρῶς τὸ ὑπὲρ δεκαπλασίους ὄντας τοὺς Ἕλληνας τῶν Τρώων, ὅμως μηδὲν ἀνῦσαι εἰς κρίσιν νίκης ἢ ἥττης παραμυθεῖται προσηνέστερον τὸ ὄνειδος ἐπαγαγών, ὅτι «ἀλλ' ἐπίκουροι πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες εἰσίν», ἀνισάζοντες τοῖς Τρωσὶ τὸ ἐλάττωμα, «οἵ με μέγα πλάζουσι» καὶ τὰ ἑξῆς· ἐν οἷς καὶ τὸ «Διὸς μεγάλου ἐνιαυτοί» καὶ τὸ «δοῦρα σέσηπε» καὶ «σπάρτα λέλυνται» καὶ τὸ «νήπια τέκνα» καὶ τὸ «ἔργον ἀκράαντον, οὗ εἵνεκα δεῦρ' ἱκόμεσθα», [ὧν ἡ περιοχὴ πρὸς ἱστορίαν «ἐννέα δὴ βεβάασι» καὶ ἑξῆς, ὡς προείρηται.] δι' ὧν ὀνειδίζει τῷ ἑαυτοῦ συμμαχικῷ ὁ βασιλεύς, ὡς δέον ὂν ἀναχωρῆσαι, εἴπερ οἱ μὲν ἐπίκτητοι τῶν Τρώων οὕτω μάχονται, αὐτοὶ δὲ οὔκ εἰσιν ἀξιόμαχοι πρὸς ἐκείνους. Καὶ [ὅρα τό τε «πολλέων ἐκ πολίων» κάλλος τι ἔχον παρηχητικὸν