Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.293
Not analysed yet
καὶ τὸ «τοιόνδε τοσόνδε τε» καλὸν ὂν ὡς πάρισον καὶ] τὸ «πλάζουσιν» ἀντὶ τοῦ ἀποπλανῶσι τοῦ σκοποῦ. χρησιμεύει γὰρ τοῦτο εἰς τὸ παλιμπλαγχθέντας, ὅπερ ἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται. [(v. 134) Τὸ δὲ βεβάασιν Ἰωνικὴν ἀπέλευσιν ἔχει τοῦ κ καὶ συστολὴν τοῦ η εἰς α καὶ γεννᾷ κατὰ κρᾶσιν τὸ βεβᾶσι κατὰ τὸ ἑστήκασιν, ἑστήασιν, ἑστάασιν, ἑστᾶσι.] Διὸς δὲ μεγάλου ἐνιαυτοὶ ἀντὶ τοῦ ἡλίου· μέτρον γὰρ κινήσεως ἡλιακῆς ὁ χρόνος ἐστίν. [Εἰ δέ που καὶ Κρόνος μέγας εὕρηται λεγόμενος, εὑρίσκεται δὲ οἰκεῖον καὶ ἐκεῖ τὸ μέγας διὰ τὸ τοῦ ἀστέρος πολὺ μέγεθος.] Σημείωσαι δὲ ὅτι ὁ ἐνιαυτός γίνεται μὲν ἀπὸ τοῦ ἰαύω, τὸ διατρίβω, δηλοῖ δὲ χρόνον μακρόν· ἰαύειν μὲν γὰρ τὸ διατρίβειν, διατρίβειν δὲ τὸ ἀργεῖν. Ἐνιαυτὸς γοῦν χρόνος ὁ διατριβὴν ἔχων καὶ μὴ σύντομος. διὸ καὶ ἐπίθετον τοῦ ἔτους εἴληπται παρὰ τῷ Κωμικῷ εἰπόντι ἐτῶν ἐνιαυτούς. (v. 135) Τὸ δέ «δοῦρα σέσηπεν» Ἀττικόν· Ἀθηναῖοι γὰρ πληθυντικοῖς οὐδετέροις ἑνικὰ ἐπάγουσι ῥήματα. τὸ μέντοι «σπάρτα λέλυνται» κοινόν. διὸ καί φασιν οἱ παλαιοί, ὅτι ἑνὶ στίχῳ ἔθηκε τὴν Ἀτθίδα καὶ τὴν κοινὴν χρῆσιν. [Δοῦρα δὲ νεῶν πρὸς διαστολὴν τῶν τε κατὰ τὴν μάχην καὶ τῶν ἁπλῶς ξύλων κατὰ τὸ «ἀνήλυθεν ἐκ δόρυ γαίης». παθητικὸν δὲ τὸ σέσηπε, καθὰ καὶ τὸ διέφθορεν ἐν τῷ «μαινόμενε, φρένας ἠλέ, διέφθορας». Τινὲς μέντοι αὐτὸ ἐνεργητικῶς νοοῦσιν, ἵνα λέγῃ ὅτι διέφθαρκας, ἃς εἶχες φρένας. αὐτοὶ δὲ παραφέρουσι καὶ χρῆσιν ὁμοίαν ἐκ Μενάνδρου τὸ «εἰ δ' ἔστιν οὗτος τὴν κόρην διεφθορώς» καὶ Ἀριστοφάνους τὸ «διέφθορας τὸν ὅρκον ἡμῶν». Ὥστε διέφθορέ τις, φασίν, ἕτερον, διέφθαρται δὲ ὑφ' ἑτέρου. προσθετέον δὲ καὶ Σοφοκλέους τὸ «τὰς οὔσας τέ μου καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορας.] Σπάρτα δὲ τὰ σχοινία ὡς ἀπὸ παλαιοῦ ἔθους· ἐοίκασι γάρ, ὃ δὴ καὶ νῦν πολλαχοῦ γίνεται, σπάρτων φυτοῖς χρᾶσθαι οἱ παλαιοὶ εἰς πλοκὴν σχοινίων. καὶ ἦν ἐν λόγῳ σπάρτος Ἰβηρικὴ παρὰ τοῖς παλαιοῖς. λέγει δέ που καὶ γῆν σπαρτοφόρον ὁ Γεωγράφος καὶ σχοινοπλοκικὴν σπάρτον. καὶ μέχρι δὲ νῦν εἶδός τι σχοινίου οἱ ἰχθυοβόλοι σπαρτίναν ὀνομάζουσι. καὶ ὁ Κωμικὸς δὲ τοῦτο παρεμφαίνει ἐν τοῖς Ὄρνισιν, ἔνθα παίζων περὶ τῆς Λακωνικῆς Σπάρτης ὡς παρωνυμουμένης ἀπὸ φυτοῦ σπάρτου φησὶ μὴ ἂν δεηθῆναι σπάρτης κειρίαν ἔχων ἤτοι μὴ δεηθῆναι σπαρτίνου