Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.4
Not analysed yet
ἐξήγησιν, ἵνα μή τις ἐκφλυαρίζων τὸ πρᾶγμα μυκτηρίσῃ μηδὲν ἡμᾶς καινότερον πραγματεύσασθαι. ὅπου γε καὶ νῦν ὁ μὴ πάνυ εὐγνώμων τοιοῦτος ἴσως ἔσται καὶ θαρρῶν τὰ παρ' ἄλλοις ἀριζήλως εἰρημένα ἐξευρίσκειν καὶ ἐνταῦθα κείμενα οὐδὲν ἱερὸν εἶναι κατὰ τὴν παροιμίαν τὸ παρὸν ἔργον ἐρεῖ. ἀλλ' ὁ τοιοῦτος ἴστω κακῶς κρίνων, ἵνα μή τι πλεῖον ἐροῦμεν, συνιστῶντες ἑαυτοὺς κατὰ τὸν παροιμιακὸν Ἀστυδάμαντα. εἰ δὲ καὶ τυχὸν ὁ οὕτω δοξάζων ὀρθῶς ἔκρινεν, ἀλλ' ἡμεῖς καὶ οὕτως ἐπιβαλοῦμεν τῷ ἔργῳ, ἵνα, εἰ μὴ ἑτέροις, ἀλλὰ τοῖς γοῦν ἀγγαρεύσασιν ἀρέσωμεν, ἀγογγύστως τὸ ἐπιτεθὲν φορτίον ἄραντες. ὅσα μὲν οὖν ἐκ προθύρων οἱ σοφοὶ τῆς Ἰλιάδος προγράφουσιν, ἐξ ἐκείνων ἀναλεκτέον, ὅτι μηδὲ πρόκειται ἡμῖν ἀμαυρῶσαι τὰ τῶν ἄλλων καὶ κενὴν δόξαν θηράσασθαι καὶ σκῶμμα τοῦ πάντῃ τὰ ἀλλότρια μεταγράφειν ἐφελκύσασθαι. Ἐκεῖνα δὲ καὶ μόνα πάνυ συντόμως προγραπτέον ἐνταῦθα, ὅτι τὴν Ὁμήρου ποίησιν οἱ μὲν εἰς τὸ παντελὲς ἐσκίασαν καὶ ὡς οἷον αἰσχυνόμενοι, ἐὰν ὁ ποιητὴς ἀνθρωπίνως λαλῇ, ἀνήγαγον πάντα καὶ εἰς ἀλληγορίαν μετέθεντο, καὶ οὐ μόνον εἴ τί που μυθικόν, ἀλλὰ καὶ τὰ ὁμολογουμένως ἱστορούμενα, τὸν Ἀγαμέμνονα, τὸν Ἀχιλλέα, τὸν Νέστορα, τὸν Ὀδυσσέα, τοὺς λοιποὺς ἥρωας, ὡς δοκεῖν τὸν ποιητὴν ἐν ὀνείροις ἡμῖν ὁμιλεῖν. ἕτεροι δὲ ἀπεναντίας πάντῃ ἐκείνοις ἐλθόντες ἐξέσπασαν τὰ Ὁμηρικὰ πτερὰ καὶ οὐκ ἀφῆκαν αὐτὸν πτερύσσεσθαι ὅλως μετέωρον, ἀλλὰ τοῦ φαινομένου γενόμενοι μόνου καὶ κατασπάσαντες τοῦ ἀναγωγικοῦ ὕψους τὸν ποιητὴν οὐδὲν οὐδ' ὅλως ἀφῆκαν ἀλληγορεῖσθαι παρ' αὐτῷ, ἀλλὰ καὶ τὰς ἱστορίας ἀφῆκαν οὕτως ἔχειν, καλῶς γε τοῦτο ποιοῦντες, καὶ τοὺς μύθους δὲ ἀπαραποιήτους εἰς ἀλληγορίαν εἶναι προσέταξαν. ἐν οἷς, ὡς καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται, καὶ ὁ Ἀρίσταρχος, οὐ πάνυ καλῶς τοῦτο νομοθετήσας. οἱ δὲ ἀκριβέστεροι, ὥσπερ τὰς ἱστορίας ἐφ' ἑαυτῶν μένειν ἀφῆκαν, οὕτω καὶ τοὺς μύθους τὰ πρῶτα μὲν τίθενται οὕτως ἔχειν ὡς λέγονται, καὶ ἐπισκέπτονται τὴν πλάσιν αὐτῶν καὶ τὴν ἐν αὐτῇ πιθανότητα, δι' ἧς ἐν μύθοις ἀλήθειά τις εἰκονίζεται. εἶτα διὰ τὸ ἐν αὐτοῖς φύσει ψευδὲς ἀφέντες τὸ σωματικὸν εἰκόνισμα ἀνατρέχουσιν εἰς τὴν ἐξ ἀλληγορίας θεραπείαν τοῦ μύθου ἢ φυσικῶς ἐξετάζοντες, ὡς ἄλλοι δηλοῦσι πλατύτερον, ἢ κατὰ ἦθος· πολλαχοῦ δὲ καὶ ἱστορικῶς. οὐκ ὀλίγοι γὰρ μῦθοι καὶ πρὸς ἱστορίαν ἐκθεραπεύονται, ὡς ἀληθῶς μὲν γενομένου τοῦδέ τινος πράγματος ἐν τῷ καθ' ἡμᾶς βίῳ, τοῦ δὲ μύθου τὸ ἀληθὲς ἐκβιαζομένου πρὸς τὸ τερατωδέστερον. ταύτης τῆς ὁδοῦ ἐχομένη καὶ ἡ παροῦσα πραγματεία οὐδὲ τοὺς μύθους ἀνεπισκέπτους εἰς τὸ πᾶν ἀφήσει, ἀλλὰ περιεργάσεταί που αὐτοὺς ἀκολούθως τοῖς παλαιοῖς. οὐ χρὴ δὲ ἀναπεσεῖν οὐδὲ νῦν τὸν ἀκούσαντα τοῖς παλαιοῖς ἡμᾶς