Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.31
Not analysed yet
μάλιστα ἢ ποταμός, τοῦτον τεκεῖν ἐμυθεύετο. οἱ κυνηγετεῖν εἰδότες καὶ ἀσχόλως τοῦ θηρᾶν ἔχοντες ὀρεινόμοις νύμφαις ὅσα καὶ μητράσιν ἐμέλοντο. τὸν ἐκ γῆς πλουτοῦντα οἷα καὶ μήτηρ ἡ Δημήτηρ ἀμφεῖπεν. αὐτόχρημα δὲ γῆ ἐλέγετο γείνασθαι, εἴ τίς που ἄρχων βουγάϊος ἦν, ὁποῖος ὁ Ἀνταῖος φαίνεται καὶ ὁ Τιτυός. ὅλως δὲ εἰπεῖν, τερατωδέστερον μὲν διὰ σεμνότητα οἱ παλαιοὶ τοὺς βασιλεῖς ἐκ θείου γένους ἐγενεαλόγουν καὶ ἡμιθέους ἔλεγον, τὴν δὲ τοῦ λόγου αὐτόνομον ἀτοπίαν ἀλληγορία ἐθεράπευεν ἢ ἀναγωγικὴ ἢ καὶ ἱστορική· ἀλληγορία γάρ τις καὶ ἡ διὰ ἱστοριῶν θεραπεία τῶν μύθων εἶναι δοκεῖ τοῖς παλαιοῖς. εἰ δὲ καθ' Ἡρόδοτον οἱ θεοὶ οὕτω καλοῦνται διότι κόσμῳ ἔθεντο τὰ πάντα πρήγματα, εὐλόγως καὶ τοὺς βασιλεῖς ἐθεοποίουν οἱ παλαιοὶ ὡς «λαῶν κοσμήτορας» κατὰ τὴν ποίησιν καὶ τούτῳ τῷ λόγῳ ἀπεκλήρουν αὐτοῖς τὸ ἡρωϊκὸν ὡς οἷα καταγομένοις θεόθεν. οὐ μόνον δὲ θεοὺς ἀνθρώποις ἐφιστᾷ προγόνους ἡ κατά τι ἀγαθότης καὶ ἀρετὴ ὡς λέγεσθαι ἥρωας, ἀλλὰ καὶ εἰς θεοῦ ἀνάγει ὄνομα. πολλοὶ γοῦν ἢ τέχνας ἐκφήναντες ἢ τεχνῶν ὄργανα ἐξευρηκότες ἢ εὐηργετηκότες θεῖον ὄνομα ἐκληρώσαντο. καὶ τοῦτ' ἦν τὸ τὴν Ῥωμαϊκὴν πεῖσαν βουλὴν θεοὺς ψηφίζεσθαι τοὺς ἐκείνοις εὐαρεστοῦντας ἀνθρώπους, ὧν ἦν καὶ Καῖσαρ ὁ πρῶτος παρ' αὐτοῖς ἐπικληθεὶς ἐν ἀνθρώποις θεός, οὗ υἱὸς ὁ Σεβαστὸς πρῶτος καὶ αὐτὸς θείαν ταύτην κλῆσιν λαχών. Ὅτι τὸ «αὐτός» ἐνταῦθα Ὅμηρος ἐπὶ νεκροῦ τίθησιν εἰπὼν ὅτι «τὰς μὲν ψυχὰς τῶν ἡρώων Ἄϊδι προΐαψεν, αὐτοὺς δὲ ἑλώρια ἔτευχε κύνεσσί τε καὶ οἰωνοῖς». αὐτοὺς γὰρ λέγει τὰ μετὰ τὴν ψυχὴν ἐνταῦθα μείναντα τῶν ἡρώων σώματα. αἴτιον δὲ οὐχ' ὅτι κατά τινας θνητὴν οἰόμενος Ὅμηρος τὴν ψυχὴν τὸ πᾶν τοῦ ἀνθρώπου ἐν σώματι τίθησιν, ἀλλ' ὅτι φύσει οὕτως ἔχει τὸ πρᾶγμα. εἰ γάρ τινος ἐν σωρείᾳ νεκρῶν ἐρωτήσαντος, τίς ἂν εἴη ἐξ αὐτῶν Πάτροκλος, ὑποδείξας τις δακτύλῳ τὸν κείμενον ἐρεῖ ὅτι αὐτός ἐστι, πάντως τὸ αὐτός ἐπὶ νεκροῦ σώματος ἀψόγως εἴρηκε. καὶ νῦν μὲν τὸ αὐτός ἐπὶ σώματος κεῖται, δακτύλῳ δείκνυσθαι δυναμένου, ὡς καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «αὐτὸν ὥστε σῶμα τυμβεῦσαι τάφῳ». ὅτε μέντοι ἐπὶ μόνης κεῖται ψυχῆς, τότε κατ' ἐξοχήν τινα κεῖται τὸ αὐτός, ὡς κυρίως αὐτοῦ, τουτέστιν ἀνθρώπου, τῆς ψυχῆς οὔσης, δι' ἧς τὸ εἶναι τῷ σώματι. Ἰστέον γὰρ ὅτι τὸ αὐτός ποτὲ μὲν ἐπὶ μόνου σώματος, ὡς προείρηται, ποτὲ δὲ ἐπὶ μόνης ψυχῆς, ὡς ὅτε φησὶν ἐν Ὀδυσσείᾳ περὶ Ἡρακλέος, ὅτι «αὐτὸς δὲ μετ' ἀθανάτοισι θεοῖσι τερπόμενος ἔχει καλλίσφυρον Ἥβην», ποτὲ δὲ ἐπὶ τοῦ συναμφοτέρου ἤτοι τοῦ συνθέτου ἀνθρώπου. ὅτι δὲ καὶ ἄλλως πολλαχῶς