Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.306
Not analysed yet
ἑπτὰ ἴσως καὶ μόνοι, οὓς γέροντας ἀριστῆας Παναχαιῶν μετ' ὀλίγα ἐρεῖ, τουτέστιν ἐντίμους, ἐξ ὧν καὶ ἡ παρὰ Ῥωμαίοις ὕστερον γερουσία. ἐπεὶ δὲ βαρὺ τοῦτο ἐδόκει τοῖς περιοραθεῖσι βασιλεῦσιν, ἐσχημάτισεν ὁ Ὀδυσσεὺς ἐπιδεξιώτατα τὸν λόγον οὐκ εἰπών, ὅτι ἐν βουλῇ οὐ πάντες ἠκούσατε, ἀλλ' ὅτι ἐν βουλῇ οὐ πάντες ἠκούσαμεν, συνεισάγων καὶ ἑαυτὸν τοῖς μὴ προακούσασιν, ἵνα μὴ καταισχύνῃ καὶ λυπήσῃ τοὺς ἄλλους τοὺς μὴ κληθέντας εἰς τὸ προβούλιον. Τινὲς μέντοι ἐρωτηματικῶς ἀναγινώσκουσιν, ἵνα λέγῃ, ὅτι ἆρά γε ἐν τῇ βουλῇ οὐ πάντες ἠκούσαμεν; πῶς οὖν ἀκούσαντες φεύγομεν; καλλίων μέντοι ἡ πρώτη τῆς ἐννοίας ἐπιβολή. Ὅρα δὲ ἐν τῇ τοιαύτῃ δημηγορίᾳ τὴν πυκνότητα τῶν τοῦ Ὀδυσσέως νοημάτων. ὀκτὼ γὰρ ὄντων τῶν ὅλων στίχων, ἐν οἷς λαλεῖ πρὸς τοὺς βασιλεῖς ὁ Ὀδυσσεύς, καὶ πάλιν ἕξ, ἐν οἷς πρὸς τοὺς δημότας δημηγορεῖ, ἑκάστῳ στίχῳ ἔννοιαν συναπαρτίζει. Τινὲς δὲ στίχοι καὶ δύο ἐννοίας ἐμπεριγράφουσι· ποιεῖ γὰρ τὸν Ὀδυσσέα οὐ μόνον οἷς ἔπραττε σπεύδοντα, ὡς προείρηται, ἀλλὰ καὶ οἷς κομματικῶς καὶ γοργῶς ἔλεγε. καὶ αὐτὸς δὲ ὁ ποιητὴς συνεπισπεύδων ὥσπερ καὶ τῷ καιρῷ συσχηματίζων τὸν ἑαυτοῦ λόγον ἐλλειπτικῷ ἐνταῦθα ἐχρήσατο σχήματι διὰ γοργότητα ἐν τῷ «δαιμόνιε». ἐχρῆν γὰρ εἰπεῖν πρότερον τὸ εἰπών ἢ φάμενος ἤ τι τοιοῦτον καὶ τότε ἐπαγαγεῖν τὸ δαιμόνιε, ἵνα ἦν ὁ λόγος τοιοῦτος· φάμενος, ὦ δαιμόνιε, ἢ εἰπών, ὦ δαιμόνιε. ὁ δὲ γοργῶς ἐσχημάτισε κατὰ ἔλλειψιν τῆς μετοχῆς. καὶ ἐν τῷ τέλει δὲ τῆς δημηγορίας κεῖται σχῆμα ἐλλειπτικὸν κατὰ τὸ ἀπὸ κοινοῦ ἐν τῷ «εἷς βασιλεύς, ᾧ ἔδωκε Ζεύς». τί γὰρ ἔδωκεν ὁ Ζεὺς ἢ πάντως τὸ βασιλεύειν; ὅπερ ἀπὸ τοῦ βασιλεύς ἀφῆκε νοεῖσθαι λαβὼν κατὰ κοινοῦ ῥῆμα ἐξ ὀνόματος. (v. 196) Τὸ δέ «θυμὸς μέγας ἐστὶ βασιλέως» συγκρότησίν τινα δίδωσι τῷ «κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρηϊ». ἡ δὲ τοιαύτη γνώμη πρὸς ἐκφόβησιν παρείληπται. οὐ γὰρ τὸ μέγα τοῦ θυμοῦ βασιλέως ἐγκώμιον ἁπλῶς ἐστιν, ἀλλὰ φρικτὸν αὐτὸν παριστᾷ. Ἐντεῦθεν δὲ λαβόντες οἱ ὕστερον σοφοὶ ἀφορμὴν μεγαλοθύμους τοὺς τοιούτους ἀνθρώπους φασὶν ἄλλο τι ὄντας παρὰ τοὺς ἐν τῷ ποιητῇ μεγαθύμους. Σημείωσαι δὲ καί, ὅτι ὥσπερ καὶ ἐπὶ ἄλλων οὕτω καὶ ἐπὶ τοῦ μέγας θυμός καὶ μεγάθυμος πολλή ἐστι διαφορὰ τοῦ τε διαλελυμένου καὶ τοῦ συνθέτου· μέγας μὲν γὰρ θυμὸς τὸ πολὺ τοῦ χόλου, μεγάθυμος δὲ ὁ μεγαλόφρων καὶ μεγαλόψυχος. Οὕτω καὶ παρὰ Ἡσιόδῳ διαφέρει ὁ χειροδίκης καὶ ὁ ἐν χερσὶν ἔχων τὴν δίκην· χειροδίκης μὲν γὰρ συνθέτως ὁ βίαιος καὶ οὐκ ἐν