Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.307
Not analysed yet
τοῖς νόμοις, ἀλλ' ἐν χερσὶ ταῖς ἑαυτοῦ κείμενον ἔχων τὸ δίκαιον· δίκην δὲ ἔχων ἐν χερσὶν ὁ δίκαιος καὶ ἀεὶ πρὸ χειρῶν οἷον φέρων τὸ δίκαιον. οὕτω δὲ καὶ θερμὸν μὲν ἔργον διαλελυμένως τὸ ἀναιδὲς καὶ θρασύ, θερμουργὸς δὲ ἀνὴρ ἐν συνθέσει κατὰ λόγον ἐπαινετὸν ὁ θαρραλέος καὶ μὴ ψυχρὸς εἰς ἔργον. τὸ δ' ὅμοιον φανεῖταί που καὶ ἐπὶ τοῦ σκιαμαχεῖν καὶ ὑπὸ σκιᾷ μάχεσθαι. (v. 198) Δήμου δὲ ἄνδρα τὸν ἰδιώτην λέγει. τὸν δὲ αὐτόν που καὶ δῆμον καλεῖ, ὡς ἄν τις εἴποι δημότην ἢ δημοτικὸν τῷ τοῦ ὅλου ὀνόματι ἤγουν τῷ τοῦ δήμου ὀνομάσας τὸ μέρος ἤτοι τὸν δημότην, ὡς πολλαχοῦ φαίνεται ποιῶν. ἴδε δὲ καὶ ὅτι οὐχ' ἁπλῶς πάντα δημότην κολάζει, ἀλλὰ ὃν ἂν εὑρήσει βοῶντα καὶ οὕτως ἀνασείοντα τὸν ὄχλον καὶ κωλύοντα τὴν τούτου δημηγορίαν ὡς μηδὲ ἐξακούεσθαι. (v. 200) Διὸ καὶ ἀτρέμας καθῆσθαι αὐτὸν ἐθέλει καὶ μὴ λαλεῖν, ἀλλὰ ἄλλων ἀκούειν λαλούντων οὐχ' ὁμοίων, ἀλλὰ κρεισσόνων αὐτοῦ. ἐπὶ μέντοι τῶν βασιλέων ἄλλως εἶπεν· «αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς», οὐ μὴν ὅτι καὶ σιώπα. Ἰστέον δὲ ὅτι τὸ ἀτρέμας ἧσο παραφράζων Ἡρόδοτός πού φησιν· «ἀτρεμίζοντά σε μακαριστὸν εἶναι». (v. 199) Τὸ δὲ σκήπτρῳ ἐλαύνειν ἀντὶ τοῦ πλήττειν εἴρηκε. δῆλον δὲ ὅτι καὶ ἵππον ἐλαύνειν τις λέγεται καὶ σίδηρον δέ, ἀλλὰ καὶ τεῖχος ἐλάσαι τῇ πόλει ἀλλαχοῦ λέγει. καὶ ἔστιν, ὡς καὶ προεγράφη, πολυσήμαντος ἡ λέξις. Ὅρα δὲ καὶ ὅτι τὸ τοῦ Ἀγαμέμνονος σκῆπτρον εἰς μὲν τοὺς βασιλεῖς ἤρκεσε τῷ Ὀδυσσεῖ πρὸς σύμβολον μόνον τοῦ ἐκ βασιλέως λαλεῖν, ἐπὶ δὲ τοὺς δημότας καὶ εἰς πλήττουσαν ῥάβδον Ὀδυσσεὺς αὐτῷ ἀπεχρήσατο, οὐ λόγοις ἀγανοῖς αὐτοὺς μετιών—τοῦτο γὰρ οὐκ ἔδει, καθὰ προγέγραπται—, ἀλλὰ δριμύττων καὶ σωφρονίζων τὸν δῆμον πληγαῖς· ὅθεν καί φασιν οἱ παλαιοί, ὅτι πῶς ἂν εἴη δημοχαριστὴς κατὰ τοὺς τραγικοὺς ὁ Ὀδυσσεὺς οὕτως ἀτίμως τὸν δῆμον διαχειριζόμενος; (v. 200) Τὸ δέ «ἀτρέμας» ἐστὶ μὲν ἐπίρρημα καὶ δηλοῖ τὸ ἡσύχως· εὑρίσκεται δὲ καὶ δίχα τοῦ σίγμα, [ὡς δηλοῖ σὺν ἄλλοις καὶ τὸ «οὔκουν ἀτρέμ' ἕξεις» ἤγουν ἡσυχάσεις, «ἤν τι καὶ χορδῆς λάβῃς;»] λέγεται δὲ καὶ ἀτρεμεί παρὰ τοῖς μεθ' Ὅμηρον. (v. 202) Τὸ δέ «ἐν πολέμῳ ἐναρίθμιος» ἀντὶ τοῦ ἐν ἀριθμῷ καὶ λόγῳ κείμενος. ἔστι δὲ ὅτε ἀριθμός καὶ ἐπὶ οὐδαμινότητος λαμβάνεται, ὡς ὅτε ὁ Κωμικὸς λέγει, ὅτι οἱ θεαταὶ ἀριθμὸς ἄλλως εἰσίν, ἤτοι πλῆθος, μόνον καὶ αὐτὸ τοῦτο ποσότης ἐπινοουμένη, οὐ μὴν οὐσίαι τινὲς ἀριθμούμεναι. ἐν δὲ τοῖς ῥηθεῖσιν ἰστέον καὶ ὅτι ὁ παρακαλούμενος αὐτός τε παύσασθαι τοῦ ταράχου καὶ τοὺς ἄλλους δὲ ὁμοίως κατασιγάσαι