Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.308
Not analysed yet
ἀκούσοι ἂν τὸ «δαιμόνιε» ἢ μακάριε «αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς». τῷ δὲ ἐπιτιμωμένῳ μὴ λαλεῖν οἰκεῖον ἐπιφωνηθῆναι τὸ «δαιμόνιε, ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε, οἳ σοῦ φέρτεροί εἰσι». Τὸ δέ «σὺ δ' ἀπόλεμος καὶ ἄναλκις» καὶ τὰ ἑξῆς, ὡς πρὸ μικροῦ ἐγράφη, κατὰ ἀνθρώπου γραφήσονται ἀχρείου μὲν εἰς πᾶν, ἀτάκτου δὲ καὶ φιλάρχου. (v. 204) Ὅτι οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω, εἷς βασιλεύς, ᾧ ἔδωκε θεός. Τοῦτο δὲ τὸ γνωμάτευμα οὐδὲ τὰς ἄλλας μὲν ἀρχὰς ἀποδοκιμάζει, ἐπικρίνει δὲ μᾶλλον τὴν ἔννομον μοναρχίαν, ἥτις ἐστὶ βασιλεία. Ἰστέον γὰρ ὅτι τρεῖς ἐξουσίαι εἰσὶν ἐν ταῖς πόλεσιν, ἡ ἐκ πάντων, ἡ ἐξ ἑνὸς καὶ ἡ τούτων μέση, ἡ ἔκ τινων. τριῶν τοίνυν οὐσῶν, μία μέν ἐστιν, ἐν ᾗ ὁ δῆμος ὅλος δύναται, ἰσηγορίαν ἔχων καὶ ἰσοπολιτείαν ἔννομον· ὃ καλεῖται δημοκρατία, ἣν ὁ ποιητὴς ᾐνίξατο ἐν τῷ «οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδε Ἀχαιοί». δηλοῦται γὰρ ἐν μὲν τῷ πάντες ὁ δῆμος, ἐν δὲ τῷ βασιλεύσομεν τὸ κρατεῖν, ἐξ ὧν ἡ λέξις τῆς δημοκρατίας συντέθειται. καὶ αὕτη μὲν ἀρχὴ πολιτικὴ μία, ἡ δημοκρατία· ἑτέρα δὲ ἡ ἀριστοκρατία, ἐν ᾗ μόνοι ἐννόμως κρατοῦσιν οἱ ἄριστοι. ταύτην δὲ διὰ τῆς πολυκοιρανίας ὑποδηλοῖ ὁ ποιητής. τρίτη δὲ ἡ μοναρχία, ἐν ᾗ πάντων εἷς μόνος ἄρχει κατὰ νόμους καὶ αὐτός· ὃ δὴ βασιλεία ἐστί. Τριῶν οὖν τούτων οὐσῶν μόνων ἀρχῶν, μιᾶς τῆς δημοκρατίας, ἥτις, ἐὰν μὴ κατὰ νόμους γίνηται, εἰς ὀχλοκρατίαν ἐκπίπτει, καὶ ἑτέρας τῆς ἀριστοκρατίας, ἣν οὐ κατὰ νόμους ἰθυνομένην ὀλιγαρχία μετεκδέχεται, καὶ τρίτης τῆς βασιλείας, ἥτις ἐκπεσοῦσα τοῦ νομίμου εἰς τυραννίδα κατολισθαίνει, ὁ ποιητὴς τὴν ἔννομον μοναρχίαν ἐπαινεῖ. διὰ τοῦτο εἰπών, ὅτι οὐ πάντες βασιλεύσομεν ἐνθάδ' Ἀχαιοί—τοῦτο γὰρ δημοκρατία ἢ καὶ χεῖρον δημοκρατίας· ἐν γὰρ δημοκρατίᾳ οὐ πάντες βασιλεύσουσι· τίνων γὰρ ἄρξουσιν; —ἐπήγαγεν· «οὐκ ἀγαθὸν πολυκοιρανίη». ἐπεὶ δὲ οὐδὲ τοῦτο τὴν μοναρχίαν ἐδήλωσε—καὶ γὰρ ὥσπερ ἡ δημοκρατία, οὕτω καὶ ἡ ἀριστοκρατία πολυαρχία ἐστὶ καὶ αὐτή, κἂν μὴ τοιαύτη, ὁποία ἡ δημοκρατία—ἐπάγει σαφέστατα· «εἷς κοίρανος ἔστω, εἷς βασιλεύς», δὶς εἰπὼν ἐκ παραλλήλου τὸ αὐτὸ καὶ ἐπιμείνας ἐνδιαθέτως τῷ νοήματι διὰ τὸ ἄγαν ἐναργές. καὶ ἄλλως δὲ εἰπεῖν σαφέστερον, ἐπεὶ τριχῶς ἄρχειν ἔστι λαοῦ κατὰ νόμους, ὡς προείρηται, δημοκρατικῶς, ἀριστοκρατικῶς καὶ βασιλικῶς, ἤτοι ἢ πάντας ἢ πολλοὺς ἢ ἕνα, κομματικῶς καὶ ἀσυνδέτως τὸν λόγον διατιθεὶς ὁ ποιητής φησιν· «οὐ πάντες βασιλεύσομεν», ἤγουν οὐ δημοκρατηθησόμεθα· «οὐκ ἀγαθὸν πολυκοιρανίη», ὅ ἐστι τὸ πολλοὺς ἄρχειν. λείπεται οὖν τὸ τρίτον, τὸ ἄρχειν ἕνα. εἷς τοίνυν ἔστω βασιλεύς, ᾧ ἔδωκε θεός· θεόσδοτον γὰρ ἀγαθὸν ἡ βασιλεία. διὸ καὶ τίμιον, ὡς προείρηκεν. Ὅτι δὲ ἀγαθὸν τὸ μόναρχον, δηλοῖ καὶ ἡ κατὰ κόσμον διάθεσις ἑνὶ διοικουμένη κηδεμόνι τῷ παμβασιλεῖ. καὶ τὰ κάλλιστα δὲ τῶν ἐγκοσμίων κατὰ μονάδα παρῆκται· εἷς ἥλιος τοῖς