Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.309
Not analysed yet
περὶ γῆν ἐπιστατεῖν ἡμέρας βεβράβευται· μία σελήνη νυκτός ἐστιν ὀφθαλμός· ἕνα βασιλέα τῆς ἐν ἡμῖν ἀκροπόλεως, τὸν νοῦν, ὁ τῶν βασιλέων βασιλεὺς ὑπερίδρυσεν. οὕτω τοίνυν καὶ πόλις εὖ ἔχοι ἂν ἑνὶ διευθυνομένη ἄρχοντι. Εἰ δέ «εἷς ἀνὴρ οὐδεὶς ἀνήρ», ὡς ἡ παροιμία φησίν, ἀλλ' ὁ τοιοῦτος οὐκ ἔστιν εἷς, πολλαπλοῦς δέ γε καὶ πολυσχιδὴς μυρίοις μὲν ὀφθαλμοῖς, τοσαύταις δὲ χερσίν, οὐ μετρηταῖς δὲ ἀκοαῖς καὶ τοῖς ἄλλοις τοῖς καιρίοις τῶν μορίων, εἰς ἀπειροπλήθειαν κατηρτισμένος, ἃ δὴ πάντως εἰσὶ τὸ δικαστικὸν φῦλον, τὸ δημαγωγικόν, τὸ στρατηγικόν, τἆλλα, δι' ὧν ἡ πόλις ὥσπερ τι σῶμα καλὸν ὑπὸ ὑγιαινουσῶν αἰσθήσεων τάττεται μιᾶς ἐπιστατούσης ψυχῆς τῆς τοῦ βασιλέως. Αὕτη ἡ ἀρχή, ἡ βασιλικὴ δηλαδή, καὶ τὰς θρυλλουμένας ποτὲ μεγάλας ἀρχὰς κατέστησε, τὴν τῶν Περσῶν, τὴν τῶν Ἰνδῶν, τὴν τῶν Ῥωμαίων· καὶ οὐδεμία τις ἀρχὴ ἐπὶ τοσοῦτον ἦλθε λόγου, ὅσον ἡ βασιλική. καλῶς ἄρα ὁ ποιητικὸς Ὀδυσσεὺς τὴν μοναρχίαν ἐνέκρινεν οὐκ ἀποδοκιμάσας οὐδὲ τὰς λοιπάς, ἀλλὰ τὸ τοῦ καλοῦ κάλλιον ἐπιλεξάμενος. τὸ γάρ «οὐκ ἀγαθὸν πολυκοιρανίη» οὐκ ἤδη κακὸν τὴν ἔννομον πολυαρχίαν ἔδειξε. τὸ γὰρ οὐκ ἀγαθὸν οὐκ ἐξ ἀνάγκης κακόν ἐστιν. ὅτι δὲ οὐδὲ ἡ δημοκρατία κακὸν οὐδὲ ἡ ἀριστοκρατία, δῆλον ἀπὸ πολλῶν πόλεων, αἵτινες δημοκρατούμεναί τε καὶ ἀριστοκρατούμεναι εὖ διετέλεσαν. Κοίρανος δὲ λέγεται μὲν ὁ ἡγεμών· γίνεται δὲ κατὰ τοὺς παλαιοὺς ἀπὸ τοῦ καιρός τροπῇ τοῦ α εἰς ο, οἱονεὶ ὁ τοῦ καιροῦ κύριος, ἢ ἐκ τοῦ κόρος ὁ νέος πλεονασμῷ τοῦ ἰῶτα, καὶ ἐξ αὐτοῦ πολυκοιρανία ἡ πολυαρχία καὶ κοιρανέειν τὸ ἡγεμονεύειν καὶ τὸ βασιλικὰ ἔργα ἐπιτελεῖν, ὡς τὸ «κοιρανέων δίεπε στρατόν». (v. 207) Ἔστι δὲ διέπειν τὸ τάσσειν ἀπὸ τοῦ ἔπω τὸ λέγω ἢ καὶ ἐκ τοῦ ἕπω τὸ ἀκολουθῶ· ἀκολουθίᾳ γάρ τινι χρώμενος πρεπόντως ἐπέταττε τῷ λαῷ. ἐκ δὲ τούτου οὐ μόνον δίοποι οἱ ἄρχοντες, ὡς καὶ Αἰσχύλος δηλοῖ, ἀλλὰ καὶ ἀδίοποι οἱ μὴ ἀρχόμενοι· ἀδίοπος γάρ, φασίν, ὁ ἄναρχος καὶ ἀφύλακτος, ἐπεὶ δίοποι οἱ βασιλεῖς καὶ οἱ διέποντες. Αἴλιος δὲ Διονύσιός φησι καί, ὅτι δίοπος ὁ ναυφύλαξ ὡς ἐπισκοπῶν αὐτὴν καὶ ἐφορῶν, ὥστε αὐτὸς οὐκ ἐκ τοῦ διέπειν, ἀλλ' ἐκ τοῦ ὄπτω τὸ βλέπω δοκεῖ ἐτυμολογεῖν τὸν δίοπον. [(v. 205) Ἰστέον δὲ ὅτι Ὁμήρου εἰπόντος «εἷς βασιλεύς, ᾧ ἔδωκε» τὸ βασιλεύειν δηλαδή, «Κρόνου παῖς ἀγκυλομήτεω», θεόσδοτόν τε ἀγαθὸν εἶναι ἡ βασιλεία δηλοῦται καὶ διογενῆ τὸν βασιλεύοντα χρῆναι τυγχάνειν φαίνεται· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ σὺν τῇ εὐγενείᾳ καὶ συνέσει πλουτεῖν. Ἧς αἴνιγμα καὶ ὁ Ζεὺς εἰς νοῦν ποτε μεταλαμβανόμενος, ἔτι δὲ καὶ ὁ τοῦ Διὸς πατὴρ