Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.310
Not analysed yet
Κρόνος, εἰς νοῦν, οὐ τὸν ἁπλῶς, ἀλλὰ τὸν καθαρὸν ἀλληγορούμενος, ὡς οἷά τις κορὸς νοῦς, ὁ καὶ ἀγκυλομήτης διὰ τὸ κατ' αὐτὸν ἀγκύλον καὶ συνεστραμμένον. οὐ γὰρ ἔξω πλανᾶταί που ὁ τοιοῦτος νοῦς, ἀλλ' εἰς ἑαυτὸν ἔστραπται καὶ μάλισθ' ὅτε νοεῖν ἐθέλει ἑαυτόν. Δῆλον δὲ ὅτι καὶ ὡς χρόνος ὁ Κρόνος ἀγκυλομήτης λέγεται διὰ τὰς ἑλίξεις καὶ καμπὰς τῶν ἄνω κινήσεων, ἃς εὐμεθόδως μετρεῖ, ἔτι δὲ καὶ μυθικῶς ὡς οἷα τεκνοφάγος, ὃ καὶ αὐτὸ χρόνου ἐνέργημα ἐσθίοντος τὰ ἐν γενέσει τῇ κατὰ χρόνον ἅπαντα δίχα γε τοῦ κατὰ νοῦν Διός· αὐτὸς γὰρ διαφυγγάνει τὸν κατὰ Κρόνον χρονικὸν ὄλεθρον.] (v. 209 s.) Ὅτι τῶν Ἑλλήνων ἐπαναστρεφόντων εἰς τὴν ἀγορὰν ἠχὴν γίνεσθαί φησιν, «ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος». καὶ ὅρα ὅπως τὴν πρὸ μικροῦ ῥηθεῖσαν παραβολὴν τὴν τῶν μακρῶν κυμάτων ἐν τῷ Ἰκαρίῳ πόντῳ ἄλλως ἐνταῦθα προήνεγκεν. ἐκεῖ μὲν γὰρ ἁπλῶς ἐμνήσθη κυμάτων κινουμένων ἐν μέσῳ πελάγει, ἐνταῦθα δὲ καὶ προσρησσομένων αἰγιαλῷ μεγάλῳ καὶ διὰ τοῦτο μεῖζον βοώντων διὰ τὸ τοῦ ἤχου διπλοῦν, τό τε ἐν τῷ πόντῳ καὶ τὸ ἐν τῷ αἰγιαλῷ. Ἐπαινεῖται δὲ ἡ παραβολὴ διὰ τὰς τραχείας ὀνοματοποιΐας, τὸ ἠχῇ, τὸ πολυφλοίσβου, τὸ βρέμεται, τὸ σμαραγεῖ· δι' ὧν ἡ φράσις τῷ νοουμένῳ συνεκτραχύνεται. (v. 210) Ζητητέον δέ, ἐάν, ὥσπερ τὸ βρέμεται ἐπὶ θαλάσσης λέγεται, οὕτω καὶ ὁ βρόμος τὸ ἐκ τοῦ βρέμειν γινόμενον ὄνομα. Σκοπητέον δὲ καὶ ὅτι καλῶς ἐκ τῆς θαλάσσης καὶ νῦν καὶ πρὸ μικροῦ εἴληπται ἡ παραβολὴ δηλοῦσα, ὅτι, ὥσπερ ἀνέμοις θάλασσα δουλεύει κατὰ τὴν παροιμίαν, οὕτω καὶ ὁ δῆμος ταῖς τῶν βασιλέων ἐνταῦθα βουλαῖς. [Ἰστέον δὲ ὡς, εἰ καὶ δοκεῖ ὁ σμάραγδος λίθος ἐκ τοῦ μαίρειν εἴτ' οὖν μαρμαίρειν γίνεσθαι, ἀλλὰ μᾶλλον ἐκ τοῦ σμαραγεῖν παρῆχθαι δοκεῖ διὰ τὴν διαύγειαν, φασί, τῆς ἐν ὕδατι σμαραγῆς.] (v. 212) Ὅτι διδάσκων ὁ ποιητὴς ὡς οὐδὲν καινὸν ἐν πολλῷ πλήθει πεπαιδευμένων ἀνδρῶν καὶ ἀτάκτους εἶναί τινας καὶ ἀτασθάλους καὶ ἀσωφρονίστους, ποιεῖ ἐνταῦθα ὡς ἐν λόγῳ ἐπεισοδίου τινὰ Θερσίτην ἀκαιρολόγον ἄνδρα καὶ ἐπεσβόλον καὶ οὐκ ἐν δέοντι παρρησιαστικὸν τοῖς ἀρίστοις ἑαυτὸν ἐξισοῦν ἐθέλοντα, ὃς μόνος τῶν ἄλλων Ἑλλήνων καθεζομένων κατὰ τὴν τοῦ Ὀδυσσέως ὑποθήκην καὶ σιγώντων τολμᾷ ἔτι λαλεῖν. ἔστι δὲ Θερσίτης ὁ τοιοῦτος ἀνήρ, ὃν καὶ ἡ κλῆσις θερμὸν εἶναι παραδηλοῖ καὶ ἰταμὸν καὶ θρασύν. Θερσίτης γάρ, [καθὰ σαφέστερον ἐν τοῖς ἑξῆς φανεῖται,] παρὰ τὸ θέρσω γίνεται, ὅπερ ἐστὶ μέλλων Αἰολικὸς τοῦ θέρω ῥήματος, δι' οὗ τὸ θερμαίνω δηλοῦται. Τὸν δὲ τοιοῦτον Θερσίτην οἱ μὲν ὑπονοοῦσιν ἁπλῶς οὕτω πεπλάσθαι παρὰ τοῦ ποιητοῦ διδάσκοντος, ὡς ἔφαμεν, μηδὲν εἶναι παράδοξον παραμεμῖχθαι τοῖς οὕτω πολλοῖς ἀγαθοῖς καί τινα