Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.32
Not analysed yet
λέγεται τὸ αὐτός, ἱκανῶς εἴρηται τοῖς παλαιοῖς. Ὅρα δὲ ὅπως ἐπὶ μὲν ψυχῶν ἀπελεύσεως τὸ προΐαψεν εἶπε τὸ ταχὺ τοῦ θανάτου ἐμφαίνων, ἐπὶ δὲ τοῦ σπαραγμοῦ τῶν κειμένων τεῦχεν εἶπεν, ὡς τοῦ πράγματος παράτασίν τινα πλείονα ἔχοντος. Ἰωνικὸν δὲ τὸ τεῦχεν, ὥσπερ καὶ τὸ «ὀλέκοντο δὲ λαοί» καὶ «βῆ δ' ἀκέων» καὶ ὅσα ὅμοια ἤτοι ἀναύξητα. καὶ εἰρήσεται μετ' ὀλίγα περὶ τούτων. Ὁ δὲ κύων ἀπὸ τοῦ κύω τὸ φιλῶ παράγεται. ὀφείλων δὲ τρισυλλάβως κλίνεσθαι κύωνος, ἔχει τὴν γενικὴν δισύλλαβον κατὰ πάθος διὰ δύο κανόνων ἐναντιότητα. εἷς μὲν γὰρ κανὼν συστέλλεσθαι θέλει τὸ ω τῆς εὐθείας ἐν τῇ γενικῇ διὰ τὴν τοῦ γένους κοινότητα· ὁ κύων γὰρ καὶ ἡ κύων φαμέν· ἕτερος δέ τις κανὼν φυλάττεσθαι θέλει αὐτὸ διὰ τὸ βραχὺ εἶναι τὸ δίχρονον τῆς παραληγούσης, ὁποῖόν τι καὶ τὸ Ἀμφιτρύων Ἀμφιτρύωνος καὶ τὰ ὅμοια. ἡ γοῦν τῶν δύο κανόνων μάχη περὶ τὴν τοῦ κύωνος παραλήγουσαν διέφθειρεν οἷον καὶ ἐξώθησε τὸ ὑποκείμενον καὶ τὴν τρισυλλαβίαν εἰς δισυλλαβίαν περιέστησεν. Ἰστέον δὲ ὅτι τὸ «αὐτοὺς δ' ἑλώρια» οὕτω μὲν κατὰ συναλιφὴν ἀναγνωσθὲν ἐκτεταμένην ἔχει τὴν ἄρχουσαν τοῦ ἑλώρια λόγῳ σπονδείου κατὰ κοινὴν συλλαβήν· ἐκτείνεται γὰρ οὐ μόνον διὰ τὴν ἐπικειμένην δασεῖαν, ἀλλὰ καὶ διὰ τὴν ἐπαγομένην ὀξεῖαν, ἔτι δὲ καὶ τὴν πρὸ αὐτῆς. εἰ δὲ ἀσυναλείπτως γράφει τις «αὐτοὺς δὲ ἑλώρια τεῦχεν», ἁπλοϊκῶς ὁ τόπος ποδίζεται κατὰ δάκτυλον. δεδιπλῶσθαι δὲ τὸ λ τοῦ ἑλώρια ὀκνητέον εἰπεῖν, εἰ καὶ ἄλλοις τετόλμηται. [Ὥσπερ δὲ τοῦ πελώριον προϋπόκειται τὸ πέλωρ, οὕτω καὶ τοῦ ἑλώριον τὸ ἕλωρ, γενόμενον ἢ ἐκ τοῦ ἕλκω ἢ ἐκ τοῦ ἕλω τὸ φονεύω. (v. 6) Ὅτι ἐν τῷ «οἰωνοῖσί τε πᾶσι» διχῶς ἡ στιγμή. ἢ γὰρ ἐν τῷ «πᾶσι» στικτέον τελείαν, ἵνα λέγῃ, ὡς πολλοὶ προὔκειντο ἕλωρ πᾶσι τοῖς ἐπιχωριάζουσι σαρκοφάγοις ὀρνέοις ἢ εἰς τὸ «οἰωνοῖσί τε», ἵνα τὸ πᾶσιν ἐπάγηται τοῖς ἑξῆς καὶ λέγῃ, ὅτι ἐν πᾶσιν ἡ τοῦ Διὸς ἐτελεῖτο βουλή. εἰ δὲ Ζηνόδοτος ἀντὶ τοῦ πᾶσι γράφει δαῖτα, σφάλλεται, φασί· δαῖτα γὰρ ἐπὶ μόνων ἀνθρώπων Ὅμηρος τίθησιν. Ὅτι δὲ πολυώνυ-