Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.311
Not analysed yet
κακὸν ἕνα καὶ τοῖς εὐπειθέσι στασιαστήν· ὃν καὶ ἀχθῆναι εἰς Τροίαν οἴονται, ὡς ἂν τὴν αὐτοῦ πατρίδα στάσεως ῥύσωνται, ἣν ἐκείνη εἶχεν, ὡς εἰκός, ἐξ αὐτοῦ. Τινὲς δὲ καὶ γενεαλογοῦσιν αὐτὸν ἄνδρα Αἰτωλὸν ἱστοροῦντες. καὶ εὐγενῆ δέ φασιν εἶναι καὶ προσγενῆ τοῦ Διομήδους, Ἀγρίου παῖδα ἱστοροῦντες αὐτόν, ὃς ἦν ἀδελφὸς Οἰνέως, πάππου τοῦ Διομήδους, λέγοντες καὶ ἐπὶ τὸν Καλυδώνιον κάπρον στρατεῦσαι αὐτόν· ὀκνοῦντα δὲ τὴν μάχην καὶ ὑπεκκλίνοντα κατακρημνισθῆναι ὑπὸ Μελεάγρου καὶ οὕτω λωβηθῆναι τὸ σῶμα, καθάπερ ἐκφράζει ὁ ποιητής. ὅπερ οὐκ ἀρέσκει τοῖς παλαιοῖς· οὐ γὰρ ἄν, φασίν, ἔπληξεν αὐτὸν ὁ Ὀδυσσεὺς τῷ σκήπτρῳ εὐγενῆ ὄντα, ὃς δὴ μόνους τοὺς δημότας ἔτυπτεν, ἀλλὰ καὶ Διομήδης οὐκ ἂν περιεῖδεν αὐτὸν ἀτίμως πάσχοντα. Ἄλλοι μέντοι ἐπίτροπόν τινα τοῦ ποιητοῦ γενέσθαι Θερσίτην φασίν, ὃν κακῶς διαθέμενον τὴν οὐσίαν ἄλλως μὲν ὁ ποιητὴς βλάψαι οὐκ ἔσχεν οἷα δωροδοκοῦντα καὶ τὰς δικαστικὰς ψήφους ὑφελκόμενον, κέκρικε δὲ ἀμύνασθαι αὐτὸν διὰ τοῦ παραρρῖψαι τῇ ποιήσει κλῆσιν Θερσίτου, ἀχρείου καὶ αἰσχίστου ἀνδρός, καὶ διαγράψασθαι αὐτὸν καὶ οὕτως ἀφεῖναι εἰς μνήμην οὐκ εὔχρηστον τοῖς ὀψιγόνοις, οὗ τὸ ἐναντίον ἐπί τινων αὐτῷ φιλουμένων ποιεῖ. Αὖθις γὰρ ἑτέρους τινὰς φίλους αὐτῷ μετ' ἐγκωμίου τινὸς παρενθεὶς τῇ ποιήσει, ὡς πολλαχοῦ φανήσεται, ἀφῆκεν αὐτοὺς φέρεσθαι εἰς μνήμην ἐπαινετὴν τοῖς μετέπειτα, ὡς τὸν Τυχίον μὲν ἐν τῇ Ἰλιάδι, ἐν δὲ Ὀδυσσείᾳ τὸν Φήμιον καὶ τὸν Μέντορα καὶ τὸν Μέντην. Οἱ δὲ παλαιοὶ παρασημειοῦνται ἐνταῦθα, ὅτι οὐ μόνον Ξενοφάνης πεποίηκε σιλλούς, ἐν οἷς εὐδοκίμηκεν, ἀλλὰ καὶ τούτου τοῦ εἴδους πρῶτος κατῆρξεν Ὅμηρος, ἐν οἷς αὐτός τε τὸν Θερσίτην σιλλαίνει καὶ ὁ Θερσίτης τοὺς βασιλεῖς. Εἰσὶ δὲ οἱ σιλλοὶ ποιήσεως εἶδος κωμικῆς καὶ οἱ ταύτην μετιόντες σιλλογράφοι ἐλέγοντο καὶ τὸ οὕτω παίζειν σιλλαίνειν ἐκαλεῖτο καὶ ἐκ τοῦ τοιούτου ῥήματος καὶ οἱ Σιληνοί, δαίμονές τινες κομψοὶ τὰ εἰς ὄρχησιν καὶ εἰς Διονύσου τελετάς. Ταῖς δὲ τοιαύταις λέξεσι σύστοιχον παρὰ Αἰλίῳ Διονυσίῳ καὶ τὸ σιλοῦν, ὅ ἐστι τοὺς ὀφθαλμοὺς ἠρέμα παραφέρειν ἐν τῷ διαφαυλίζειν καὶ διασύρειν. οὐκ ἐνταῦθα δὲ μόνον ὁ ποιητὴς τῷ τοιούτῳ εἴδει χρᾶται, ἀλλὰ καὶ ἐν τοῖς ἐφεξῆς. καὶ ἐν τῇ Ὀδυσσείᾳ δὲ πολλαχοῦ εὑρίσκεται οὕτω ποιῶν, οὐδαμοῦ μέντοι ἀστειότερον ἤπερ ἐνταῦθα. Εἰσὶ δέ, ἃ λέγει περὶ τοῦ ἐπεισοδιώδους Θερσίτου, ταῦτα· (v. 212—21) «Θερσίτης δ' ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα, ὅς ῥ' ἔπεα φρεσὶν [ᾗσιν», ὅ ἐστιν ἰδίαις,] «ἄκοσμά τε πολλά τε ᾔδη μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν, ἀλλ' ὅ τί οἱ εἴσαιτο, γελοίϊον Ἀργείοισιν ἔμμεναι. αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε· φολκὸς ἔην, χωλὸς δ' ἕτερον πόδα, τὼ δέ οἱ ὤμω κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε φοξὸς ἔην κεφαλήν,