Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.312
Not analysed yet
ψεδνὴ δ' ἐπενήνοθε λάχνη». Λέγει δὲ καὶ ὅτι ἔχθιστος ἦν μάλιστα τῷ Ἀχιλλεῖ καὶ τῷ Ὀδυσσεῖ. «αὐτοὺς γὰρ μάλιστα ἐνείκει». κατὰ γὰρ τὴν παροιμίαν «ζητεῖ τοι συνετὸς συνετὸν φίλον, ἄφρονα δὲ ἄφρων». τοῦτο δὲ δεῖγμα τοῦ χείριστον αὐτὸν εἶναι· ὁ γὰρ τοῖς ἀρίστοις ἔχθιστος χείριστος. ὅρα γὰρ ὅτι οὐκ εἶπεν ἐχθρός, ἀλλὰ ἔχθιστος, καὶ οὐδὲ ἁπλῶς ἔχθιστος, ἀλλὰ μάλιστα ἔχθιστος, ὅπερ ἐστὶν ἐπίτασις ἐπιτάσεως εἰς ἔνδειξιν ὑπερβολῆς. Ἐνταῦθα δὲ καὶ πιθανότητα προκαταβάλλεται ὁ ποιητὴς τῆς ἀεικοῦς πληγῆς, ἣν ὁ Θερσίτης πείσεται. εἰ γὰρ ἔχθιστός ἐστι τῷ Ὀδυσσεῖ, πιθανῶς καὶ πληγήσεται ὑπ' αὐτοῦ καὶ τὸ ἴδιον μῖσος ἐπανορθώσεται τὴν εἰς τὸ κοινὸν ἁμαρτίαν τοῦ Θερσίτου κατὰ τὸν εἰπόντα, ὅτι πολλὰ τῶν κοινῶν αἱ ἴδιαι ἔχθραι ἐπανορθοῦνται. (v. 212 s.) Ἀμετροεπὴς δέ ἐστιν ὁ ἀπεραντολόγος κατὰ τοὺς παλαιοὺς καὶ μὴ μέτρον εἰδὼς λόγου. διὸ καὶ ἄκοσμά φησιν αὐτὸν εἰδέναι καὶ πολλά· πολλὰ μὲν ὡς πολύλογον, εἴγε πάντων σιγώντων αὐτὸς λαλεῖ· ἄκοσμα δέ, διότι μάτην καὶ οὐ κατὰ κόσμον ἤριζε τοῖς βασιλεῦσι. πῶς γὰρ οὐ μάτην λαλεῖ, ὃς μήτε ὑπὲρ ἑαυτοῦ λέγει μήτε ὑπὲρ φίλου, ἀλλὰ διὰ φθόνον τὸν πρὸς τοὺς κρείττονας ἀνασείει τὸν λαόν; Τινὲς δὲ ἀμετροεπῆ λέγουσι τὸν ἐν τῷ λέγειν ἄτακτον· μέτρον γάρ, φασίν, ἡ τάξις. διὸ καὶ ἀκριτόμυθον αὐτὸν προϊών φησιν. εἰ δὲ ὁ παρὰ τῷ Σοφοκλεῖ Φιλοκτήτης γλώσσῃ δεινὸν καὶ σοφὸν τὸν Θερσίτην λέγει, ἀλλ' ἐκεῖνος μισῶν τὸν Ὀδυσσέα ἐπαινεῖ τὸν Θερσίτην οἷα τῷ Ὀδυσσεῖ ἔχθιστον. Τὸ δὲ ἐκολῴα δηλοῖ μὲν τὸ ἐθορύβει, γίνεται δὲ ἐκ τοῦ κολῳός, ὁ θόρυβος, αὐτὸ δὲ ἢ ἐκ τοῦ κολούω, ἐξ οὗ καὶ κολοιός ὄρνεον θορυβητικὸν καὶ κραυγαστικόν, ἢ ἐκ τοῦ κλῶ, ὡς προεγράφη, ὅθεν καὶ τὸ κλώζειν καὶ ὁ κλωγμός. [Σημείωσαι δὲ ὅτι Ὁμήρου δευτέρας συζυγίας εἰδότος τὸ κολῳῶ, καθὰ δηλοῖ τὸ ἐκολῴα ὅμοιον ὂν τῷ ἐβόα, φασὶν οἱ παλαιοὶ καὶ πρώτης αὐτὸ εἶναι παρ' Ἀντιμάχῳ εἰπόντι· «ὥς ῥα τότ' Ἀργείων ἐκολῴει στρατός». ἐστὶ γὰρ τὸ ἐκολῴει ὡς τὸ ἐποίει.] (v. 213) Τὸ δὲ ἄκοσμα εἰδέναι τὸν Θερσίτην καὶ πολλὰ ὑπερβολὴν ἐνδείκνυται ἀφροσύνης· πολλὰ μὲν γὰρ οἶδε καὶ μυρία κατὰ τὸν ποιητὴν ὁ συνετὸς καὶ πολύπειρος, ἄκοσμα δὲ οἶδεν ὁ ἀφραίνων. ὁ δὲ Θερσίτης ἄκοσμά τε εἰδὼς καὶ πολλὰ πάνυ ἂν εἴη πόρρω τῆς εὐκοσμίας. διὸ καὶ τοῖς βασιλεῦσίν ἐστιν ἐχθρὸς οἷα κοσμήτορσιν ἄκοσμος αὐτὸς ὤν. Ἐφερμηνεύων δέ, τί τὸ ἄκοσμα, φησὶν οὐ κατὰ κόσμον ἐρίζειν τοῖς βασιλεῦσι, [δηλαδὴ τοῖς Ἀτρείδαις ἢ καὶ τοῖς ὅλοις. ἔνθα ὅρα ὅτι τε τὸ «οὐ κατὰ κόσμον» ἑρμηνεία ἐστὶ τοῦ μάψ καὶ ὅτι οὐχ' ἁπλῶς ψέγεται ὁ βασιλεῦσιν ἐρίζων ἀλλὰ ὁ μάτην. ἄλλως γὰρ κατὰ τὸν Ὁμηρικὸν Διομήδην μαχήσεταί τις ἀφραδέοντι βασιλεῖ, καθὰ θέμις, ἐν ἀγορᾷ.] (v. 215) Τὸ δέ «ἄλλ' ὅ τί οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν