Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.313
Not analysed yet
ἔμμεναι» διπλῆν ἔννοιαν ἔχει· ἢ γὰρ λέγει ὡς, ὅπερ ἂν αὐτῷ εἴσαιτο ἤγουν δόξοι, ἐκεῖνο γελοῖον ἦν τοῖς Ἀργείοις, ἤγουν τὰ τῷ Θερσίτῃ σπουδαῖα γέλως ἦσαν τοῖς Ἀχαιοῖς, ἢ ὅτι ἐκεῖνο ἀκόσμως πρὸς ἔριν ἐλάλει, ὅπερ ἂν αὐτῷ ἐδόκει γελοῖον εἶναι τοῖς Ἀχαιοῖς, ἵνα δείξῃ διὰ τούτου πάνυ γελοῖον καὶ αὐθάδη τὸν Θερσίτην, ἐὰν ἐκ προνοίας καὶ ἑκὼν καὶ ἐπίτηδες τὸ παραστὰν ἐφλυάρει, ἐκεῖνα ματαιολογῶν ἅπερ καὶ αὐτῷ ἐδόκουν ἄξια γέλωτος εἶναι τοῖς Ἕλλησιν, ὅπερ ἄκρας ἐστὶ θρασύτητος καὶ περιφρονήσεως, ἐὰν τὰ τοῖς ἄλλοις γελοῖα ὡς σπουδαῖα κρίνων αὐτὸς λέγειν τολμᾷ καταγινώσκων ἁπάντων δηλαδὴ ἄγνοιαν καὶ μετάγειν καὶ τοὺς ἄλλους πειρώμενος εἰς ὅπερ αὐτὸς νοεῖ. Σημείωσαι δὲ ὅτι Σοφοκλῆς τὸν τοιοῦτον Ὁμηρικὸν νοῦν παραφράζων φησὶ περὶ Θερσίτου, ὅτι οὐκ ἂν εἵλετο εἰσάπαξ εἰπεῖν, ὅπου μηδεὶς ἐῴη, τουτέστιν οὕτω θρασὺς ἦν, ὥστε καὶ κωλυόμενός τι λέγειν, ὡς μὴ δέον ὂν λέγεσθαι, ὁ δὲ τὸ αὐτὸ πολλάκις ἐλάλει. (v. 216) Σημείωσαι δὲ καὶ ὡς ἐν τῇ πρώτῃ ἐννοίᾳ τοῦ «ὅ τί οἱ εἴσαιτο γελοίϊον Ἀργείοις ἔμμεναι» ἀντὶ τοῦ «ὅπερ ἂν τῷ Θερσίτῃ δοκοίη, ἐγελᾶτο τοῖς Ἀχαιοῖς», τὸ ἔμμεναι ἢ ἀντὶ τοῦ ἦν κεῖται κατὰ τοὺς παλαιούς, ἵνα λέγῃ, ὅτι γελοῖον ἦν τοῖς ἄλλοις τὸ παρ' ἐκείνῳ σπουδαῖον, ἢ παρέλκον κεῖται καὶ ἀργόν. τοιοῦτον δὲ καὶ τὸ «ἑκὼν εἶναι οὐκ ἂν τόδε ποιήσω». καὶ ἄλλαι δὲ παρὰ πολλοῖς λέξεις κείμεναι ὁμοίως παρέλκουσιν, ὡς καὶ τὸ ἀμέλει ἐνίοτε καὶ τὸ ἔχειν ἐν τῷ «παίζεις ἔχων» καὶ τό γε νῦν ἔχον καὶ τὸ εἶτα ἐν τῷ «εἴ σοι μηδὲν μετὸν εἶτ' ἀπεχθάνῃ» καὶ τό ποτὲ ἐν τῷ «τί δήποτε ἥκεις;» καὶ τό τὶ ἐν τῷ ὁμοῦ τι, σχεδόν τι, μᾶλλόν τι, οὔ τι, οὕτω τι, «μήτι ἐγὼ εἰμί;» καὶ τὸ ως δέ ποτε πλεονάζει, ὡς μετ' ὀλίγα ῥηθήσεται. Τινὲς δὲ ἀπὸ τοῦ εἴσαιτο κατὰ κοινοῦ συμβιβάζοντες τὴν ἔννοιάν φασιν, ὅτι ὅπερ ἂν εἴσαιτο τῷ Θερσίτῃ, ἤγουν δόξοι, γελοῖον ἐκεῖνο τοῖς Ἀργείοις εἶναι, δηλαδὴ εἴδετο ἤγουν ἐδόκει. Τὸ δὲ γελοίϊον πλεονασμὸν ἔχει τοῦ δευτέρου ι, ὡς καὶ τὸ ὁμοίϊον ἀντὶ τοῦ ὅμοιον καὶ τὸ ποδοῖιν καὶ ἵπποιιν καὶ ὤμοιιν· «δός μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι». Τινὲς δὲ διάλυσιν τὸ σχῆμά φασι [λέγοντες καί, ὅτι οὐκ εἴωθεν Ὅμηρος τῇ γενικῇ καὶ δοτικῇ τῶν δυϊκῶν ἄλλως χρῆσθαι, εἰ μὴ κατὰ διάλυσιν, οἷον ποδοῖϊν, ἀλλήλοιϊν· ὃ δὴ καὶ ἐν Ὀδυσσείᾳ δεδήλωταί που.] καὶ οὕτω μὲν ἐκ πλεονασμοῦ τετρασύλλαβον τὸ γελοίϊον. τοῦ δὲ τρισυλλάβου τινὲς ὀξύνουσι τὴν πρώτην συλλαβήν, ὥς φησι Διονύσιος Αἴλιος. οἱ δὲ πλεῖστοι γελοῖον μὲν προπερισπωμένως τὸν γελωτοποιὸν γέγουσιν, οἷον τὸν μῖμον, γέλοιον δὲ τὸν