Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.314
Not analysed yet
καταγέλαστον. δοκεῖ δέ, φησί, τῶν παλαιῶν Ἀττικῶν εἶναι περισπᾶν τὰ τοιαῦτα, ὁμοῖον, ἑτοῖμον, γελοῖον. ὅτι δὲ δοκεῖ τὸ γελοῖον ἀπὸ συνεσταλμένης εὐθείας εἶναι τῆς γέλος ὁμοίως τῷ ἔρος, ἐν ἄλλοις εἴρηται· καὶ ὅτι δύναται καὶ ὡς ἀγκῴνη ἀγκοίνη, οὕτω καὶ γελῴον γελοῖον εἶναι. (v. 216) Αἴσχιστος δὲ ὁ δύσμορφος· ἐναντία γὰρ αἶσχος καὶ κάλλος καὶ αἴσχιστος καὶ κάλλιστος καὶ αἰσχρός καὶ καλός. διὸ καὶ δεξιῶς που εἴρηται κατὰ σχῆμα ἀντίθετον τὸ «διὰ καλῶν γὰρ ὀμμάτων αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα». Λυκόφρων δὲ εἰδοποιήσας τὸ τοῦ Θερσίτου αἶσχος πιθηκόμορφον αὐτὸν ὠνόμασεν. [Ἡ δὲ γινομένη παρίσωσις ἐν τῷ αἴσχιστος καὶ ἔχθιστος καλὴ μέν· ὡς δὲ ἐπικρύπτει τὸ κάλλος, μετ' ὀλίγα εἰρήσεται.] Πάνυ δὲ ἐναντιώτατος ὁ Θερσίτης τῷ Ἀχιλλεῖ οὐ μόνον, ὡς ἀγεννὴς ἀνδρείῳ καὶ ὡς κοσμήτορι ἄκοσμος καὶ ὡς ἄφρων φρονίμῳ, ἀλλὰ καὶ ὡς καλλίστῳ αἴσχιστος· κάλλιστον γὰρ Ἑλλήνων πάντων ἐν τοῖς ἑξῆς ὁ ποιητὴς τὸν Ἀχιλλέα ἐρεῖ. Τὸ δέ «ὑπὸ Ἴλιον ἦλθεν» ἀντὶ τοῦ εἰς τὴν Ἴλιον. ἐλήφθη γὰρ πρόθεσις ἀντὶ προθέσεως, εἰ μὴ ἄρα διὰ τῆς ὑπό προθέσεως ἡ κάτω σχέσις δηλοῦται· Ἠνεμόεσσα μὲν γὰρ ἡ Τροία καὶ ὑπέρκειται. διὸ καὶ Ἰλιάδα σκοπιὰν αὐτὴν ἡ Τραγῳδία φησίν. ὑπόκειται δὲ ἐν αἰγιαλῷ ὁ Ἑλληνικὸς ναύσταθμος. (v. 217—9) Τὸ δέ «φολκὸς ἦν» καὶ τὰ ἑξῆς ἀποδεικτικά εἰσι τοῦ αἴσχιστον εἶναι τὸν Θερσίτην. καὶ οὐκ ἄν τις αἰσχίονα τούτου διαγράψοι ἄνθρωπον. καὶ ἴδε τὴν τοῦ ποιητοῦ ἀρετὴν οὐ μόνον εἰς τὸ ἐγκωμιάζειν ἀλλὰ καὶ εἰς τό, ὡς ἐρρέθη, σιλλαίνειν καὶ ψέγειν, ἐάνπερ ἠβούλετο. (v. 217) Ἔστι δὲ φολκὸς μὲν ὁ στραβός, ὁ τὰ φάη, τουτέστι τοὺς ὀφθαλμούς, μὴ ὀρθὰ ἔχων ἀλλὰ ἐστραμμένα καὶ παρειλκυσμένα τῆς κατὰ φύσιν ὀρθότητος. Τινὲς δὲ φολκὸν εἶπον τὸν τοιοῦτον λέγεσθαι ὡς τὰ τῶν πολλῶν φάη ἕλκοντα εἰς ἑαυτόν. ἐλεεῖται γάρ, φασί, μάλιστα ὁ τυφλός. εἰ δέ τις τοῦτο παραδέξεται, σημείωσαι ὅπως ἐκ τῆς αὐτῆς ἐννοίας γενόμενοι ὁ ἑλίκωψ καὶ ὁ φολκὸς ἄκραν ἔχουσι διαφοράν. ἔστι γὰρ ἑλίκωψ ὁ ἑλίσσων τοὺς ὦπας τῶν πολλῶν εἰς ἑαυτόν· καὶ φολκὸς ὁ τὰ φάη τῶν βλεπόντων ἐφελκόμενος, ἅπερ μιᾶς μέν εἰσιν ἐννοίας, αἰτίας δὲ οὐ τῆς αὐτῆς, ἐάνπερ ἑλίκωπες μὲν Ἀχαιοὶ οἱ διὰ τὸ ἀξιοθέατον τοὺς ὦπας ἑλίσσοντες τῶν ὁρώντων εἰς ἑαυτούς, φολκὸς δὲ ὁ διὰ ἔλεον ἢ καὶ γέλων τὰ φάη τῶν βλεπόντων ἐφελκόμενος. Ἰστέον δὲ ὅτι τὰ κατὰ τὸν στραβὸν οἱ παλαιοὶ καὶ οὕτω φράζουσιν· οἱ μέν, ὅτι βλεπεδαίμων ὁ διεστραμμένος τὰς ὄψεις καὶ οἷον ὑπὸ δαίμονος πεπληγώς· Παυσανίας δὲ προστίθησι καὶ ὅτι τοὺς Σωκρατικοὺς οὕτως ἔλεγον· ἄλλοι δὲ ὅτι ἰλλός πλάγιος, διεστραμμένος,