Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.320
Not analysed yet
ἑαυτὸν ἐπιτιθεὶς τὴν χεῖρα τῷ κυρτῷ στήθει καὶ οὕτω κινῶν γέλωτα. Παρασημειοῦνται δὲ οἱ παλαιοὶ καί, ὅτι ἑαυτὸν ὁ Θερσίτης τῶν ἄλλων προέθετο εἰπών· «ὃν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν» πρώτιστος εἶναι τῶν ὅλων οἰόμενος. διὸ τάχα καὶ ἐπεσημήνατο ἀνωτέρω τὸ πρωτίστῳ τῷ Ἀγαμέμνονι γέρας δίδοσθαι, ὡς μὴ δέον ὂν οὕτω γίνεσθαι, ἀλλὰ τούτῳ μάλιστα τὸ πρωτεῖον ἐξαιρεῖσθαι, οὗ δευτερεύουσιν οἱ πάντες Ἕλληνες. (v. 226) Ἰστέον δὲ ὅτι τε τοῦ πλεῖαι ἡ ἑνικὴ ὀρθὴ καὶ παρ' Ἡσιόδῳ κεῖται ἐν τῷ «πλείη μὲν γαῖα κακῶν» [καὶ ὅτι προάρχει αὐτῶν ἀρσενικὸν ὁ πλέος κοινῶς, ὃ ἐκταθὲν Ἀττικῶς ποιεῖ τὸ ἔμπλεως καὶ ἀνάπλεως καὶ τὰ τοιαῦτα, καὶ ὅτι ἐκ τοῦ ὁ πλεῖος καὶ ἡ πλείη παράγεται συγκριτικῶς ὁ πλείων καὶ ἡ πλείων] καὶ ὅτι ἐξαίρετοι οὐ μόνον γυναῖκες ἀλλὰ καὶ ἄρουραι παρὰ Ἡροδότῳ καὶ ἐπὶ ἄλλων δὲ πολλῶν τὸ ἐξαίρετον τίθεται. τὸ μέντοι ἐξαιρέσιμον ἄλλο τι παρὰ τὸ ἐξαίρετον· λίθος γὰρ ἐξαιρέσιμος τοίχου ὁ ἐκεῖθεν ἐκβληθείς· καὶ ὅτι τὸ ἐξαίρετον καὶ ἔξαιτον λέγεται ἢ κατὰ συγκοπὴν ἢ καὶ ἄλλως παρὰ τὸ ἐξαιτεῖσθαι, ὡς φανεῖται καὶ ἀλλαχοῦ. [(v. 225) Ὅρα δὲ ὅτι τὸ ἐπιμέμφεαι σαφῶς ἐνταῦθα ἡρμήνευσεν ἐπαγαγὼν τὸ «ἠδὲ χατίζεις», ὡς ταὐτὸν ὂν εἰπεῖν ἐπιμέμφεσθαι καὶ χρῄζειν, ὅπερ ἐστὶ χατίζειν παρὰ τὴν χᾶτιν, ὃ καὶ οὐδετέρως χᾶτος λεγόμενον δηλοῖ στέρησιν· καὶ ὅτι τὸ δίδομεν φυσικῶς λαλεῖται καὶ εὐοδοῦται ἀπ' αὐτοῦ τὸ τρίτον πληθυντικὸν τὸ διδοῦσιν ὡς καὶ ἀπὸ τοῦ τίθεμεν τὸ τιθεῖσι. τὸ μέντοι διδόαμεν καὶ τιθέαμεν ἐπένθεσιν ἔχει τοῦ α.] (v. 230—3) Ὅτι εἰπὼν ὁ Θερσίτης πρὸς τὸν βασιλέα «ἢ χρυσοῦ ἐπιδέῃ» καὶ τὰ ἑξῆς, [ἐν οἷς κεῖται καὶ τὸ «υἷος ἄποινα», ἤγουν υἱοῦ, ὡς ἀπὸ εὐθείας τῆς υἷις, υἵϊος, καὶ κατὰ κρᾶσιν υἷος, οὗ δοτικὴ υἵϊι καὶ υἷι,] ἐπάγει· «ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι, ἣν αὐτὸς ἀπονόσφι κατίσχεαι;» ὀνειδίζων τάχα διὰ τὴν τῆς Βρισηΐδος ἀφαίρεσιν ἢ καὶ ὅτι, ὡς εἰκός, εἰώθει τοιαῦτά τινα ποιεῖν ὁ βασιλεύς, ὡς καὶ ὁ Ἀχιλλεὺς ἐν τῇ αʹ ῥαψῳδίᾳ παρεδήλωσε. Τὸ δέ «ἢ γυναῖκα νέην» ἀκαταλλήλως ἔχει πρὸς τὴν συνήθη σύνταξιν· ὤφειλε γὰρ οὕτως ἔχειν· ἢ χρυσοῦ ἐπιδέῃ ἢ γυναικὸς νέης; ὁ δὲ ποιητὴς ἐπίτηδες τὸν λιγὺν τοῦτον ἀγορητὴν καὶ ἀφαμαρτοεπῆ ἐποίησε, τουτέστι σόλοικον. ἴσως δὲ καὶ ἄλλως θυμούμενον ἄνθρωπον μιμούμενος ποιεῖ τὸν Θερσίτην ἐκλαθόμενον τῆς τοῦ λόγου ἀκολουθίας καὶ διὰ τοῦτο εἰς κακο-