Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.321
Not analysed yet
συνταξίαν ἐκκλίναντα. Τὸ δέ «νόσφι κατίσχεαι» δοκεῖ μὲν ἑρμηνεία τις εἶναι γυναικὸς ἐξαιρέτου. ταὐτὸν δ' ἔστι τῷ νοσφίζῃ καὶ ἰδίᾳ κατέχεις καὶ χωρίζεις ἢ ἀποστερεῖς. (v. 233 s.) Ὅτι τὸ «οὐ μὲν ἔοικεν ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν» λέγει μὲν ὁ Θερσίτης πρὸς τὸν βασιλέα νοῶν, ὅτι οὐκ ἐνδέχεται αὐτὸν ἀρχηγὸν ὄντα ἐπιβιβάζειν κακῶν τοὺς Ἕλληνας, ἀλλὰ μᾶλλον ἀγαθοῖς ἐμβιβάζειν. Δύναται δὲ καὶ εἰς γνώμην καθολικὴν παρῳδηθῆναι τοιαύτην· οὐ μὴν ἔοικεν ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν τοὺς ὑπ' αὐτόν. εἰ γὰρ ποιμὴν λαοῦ ὁ βασιλεύς, οὐκ ἂν κακοῖς ἐμβιβάσῃ τὸ ποίμνιον ἤτοι κακώσεσιν. εἰσὶ δὲ κακά, ὧν ἐπιβάσκει τοὺς Ἕλληνας ὁ βασιλεὺς Ἀγαμέμνων, ὁ λοιμὸς ὁ δι' αὐτὸν γεγονὼς καὶ ἡ τοῦ Ἀχιλλέως ἀπόστασις. ἢ καὶ ἄλλως, οὐ χρὴ ἀρχηγὸν ἐόντα κακῶν ἐπιβιβάζειν τοὺς ὑπὸ χεῖρα, ἤγουν κακὰ διδάσκειν. εἰ γὰρ ἐξομοιωθῶσιν αὐτῷ κακῶν ἐπιβιβάζοντι, ἀνατρέπεται τὰ κοινά. οὐκοῦν τὸ «οὐκ ἔοικε κακῶν ἐπιβασκέμεν» ὁμοιοῦταί πως πρὸς τὸ ἐν Ὀδυσσείᾳ «οὐδέ τί σε χρὴ νηπιάας ὀχέειν». ὡς γὰρ ὀχοῦμαι μὲν ἐγώ, ὀχῶ δὲ ἄλλον κατὰ τὸν Κωμικὸν ἀντὶ τοῦ ἀναβιβάζω εἰς ὑποζύγιον, οὕτω καὶ ἐπιβαίνω μὲν ἐγώ, ἐπιβάσκω δὲ ἄλλους, ἤγουν ἐπιβαίνειν ποιῶ κακῶν ἢ τοιούτων τινῶν. ἐντεῦθεν καὶ μανίας ἔποχος λόγος παρ' Εὐριπίδῃ ὁ μανικός. καὶ ἑτέρως δὲ εἰπεῖν, οὐ χρὴ τὸν βασιλέα ἐπιβαίνειν κακῶν ἤτοι ἀδίκων ἔργων τῶν εἰς τοὺς Ἀχαιούς. δεῖ γὰρ εὐεργετικὸν εἶναι τὸν ἄρχοντα οὐκ ἀδικητὴν καὶ κακοποιόν. [Ἰστέον δὲ ὅτι ἐκ τοῦ Ὁμηρικοῦ ἀρχοῦ ἢ ἐκ τοῦ ἄρχειν σύγκειται παρὰ τοῖς παλαιοῖς ῥήτορσι καὶ ἀρχολίπαρος ὁ λιπαρῶν, φασίν, ἵνα ἀρχῆς τύχῃ ἢ ὁ ἐκ τοῦ ἄρχειν λιπαινόμενος, ὁ καὶ ἀρχογλυπτάδης, ἤγουν ὡσπερεὶ γλύφων τὰς ἀρχάς. ὅτι δὲ ἀρχός καὶ κρύφιόν τι σώματος μέρος ἐκλήθη παρὰ τοῖς ὕστερον, δῆλον ἐκ τῶν γραψάντων, ἀφ' οὗ καί τις χιλίαρχος οὐκ ἀγλαφύρως ἔσκωπται.] (v. 235—8) Ὅτι μετὰ τὸν βασιλέα στρέψας τὸν λόγον ὁ Θερσίτης πρὸς τὸν λαόν φησιν· «ὦ πέπονες, κάκ' ἐλέγχεα, Ἀχαιΐδες, οὐκέτ' Ἀχαιοὶ οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δ' ἐῶμεν αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν» καὶ τὰ ἑξῆς. πάνυ δὲ ἀνασειστικὰ ταῦτα τοῦ ὄχλου. διὸ καὶ Ὀδυσσεὺς δεδιώς, μήποτε, οὓς αὐτὸς πόνῳ ἤθροισε, ῥᾷον ἀνασοβήσας ὁ Θερσίτης διασκεδάσῃ, ποιεῖ κατ' αὐτοῦ τὰ ἐφεξῆς δηλωθησόμενα. (v. 235) Εἰσὶ δὲ πέπονες μὲν οἱ ἔκλυτοι ἀπὸ μεταφορᾶς τῶν πεπόνων καρπῶν, οἳ ἔκλυτοι γίνονται πεπανθέντες, ὥσπερ αὖ πάλιν οἱ ὠμοὶ τῶν καρπῶν σκληροὶ ὄντες ἐπίθετον γεγόνασι τοῖς ἀνενδότοις ἀνθρώποις καὶ ἀνυπείκτοις, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. [Δῆλον οὖν ὅτι πέπων κυρίως πᾶς καρπός, φασίν, ὡραῖος τοῦ φαγεῖν. Χρήσεις δὲ τοιούτων λέξεων ἐν τῷ «τρώγουσι μύρτα καὶ πέπονα μιμαίκυλα». οὕτω δὲ καὶ μῆλα καὶ μόρα