Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.322
Not analysed yet
πέπονα. ἔτι δὲ καὶ ἐν τῷ «τὰ σφυρὰ ᾤδει μᾶλλον ἢ σικυὸς πέπων», ὁ καὶ σπερματίας· καὶ ἐν τῷ «μαλθακωτέρα πέπονος σικυοῦ μοι γέγονας»· καὶ ἐν τῷ «ἑώρακας πώποτε κοκκυμήλων σπυρίδα πεπόνων; τοιοῦτον ἔχει τὸ πρόσωπον». Τοιούτου δὲ στοίχου καὶ τὸ πεπαίτερον, ὅπερ ἐστὶ ὡριμώτερον. Αἰσχύλος· «ἀνὴρ δ' ἐκεῖνος ἦν πεπαίτερος μόρων». ἔτι δὲ καὶ ἡ δρυπεπής ποτὲ μὲν κατὰ μόνας ἁπλῶς προφερομένη, ποτὲ δὲ κατὰ παράθεσιν, οἷον δρυπεπὴς ἐλαία ἢ Ἀττικῶς ἐλάα.] Τὸ δὲ κάκα ἐλέγχεα τοὺς ἀξιεπαίνους Ἕλληνας ὑπὸ τοῦ ἐπονειδίστου καὶ μωμητοῦ Θερσίτου λέγεσθαι γέλωτός ἐστι κινητικόν. Τὸ δέ «Ἀχαιΐδες, οὐκέτ' Ἀχαιοί» δηλοῖ μὲν τὸ «γυναῖκες, οὐκέτ' ἄνδρες». λέγεται δὲ παρονομασία ὑπὸ τῶν παλαιῶν, ὅμοιον τῷ «οὐ Φίλιππος, ἀλλὰ Φιλίππιον, κεκράτηκε τῆς Ἑλλάδος». ἔχει δέ τινα ὁμοιότητα πρὸς τὸν τοῦ Θερσίτου λόγον καὶ τὸ παρ' Ἡροδότῳ ἐν τοῖς περὶ Ἀρτεμισίας, ὡς οἱ μὲν ἄνδρες γυναῖκες, αἱ δὲ γυναῖκες ἄνδρες γεγόνασι. ῥηθήσεται δέ τι περὶ τούτου καὶ ἐν τοῖς ἑξῆς. (v. 236) Τὸ δέ «οἴκαδε νεώμεθα», διόρθωσις οἷόν ἐστι τοῦ «φεύγωμεν», ὅπερ φθάσας ὁ βασιλεὺς εἶπεν, ὡς δῆθεν σεμνότερον ὂν οὕτως εἰπεῖν ἤπερ φεύγωμεν. ὅτι δὲ θαυμασίως ἐκεῖνο εἴρηται, προγέγραπται. Ἔστι δὲ τὸ νεώμεθα ἀντὶ τοῦ νοστήσωμεν· ἀπὸ γὰρ τούτου τοῦ νέω ῥήματος ὁ νόστος [γίνεται πλεονάσαντος τοῦ σίγμα πρὸς διαστολὴν τοῦ νότος ὁ ἄνεμος.] (v. 237) Πέσσειν δὲ γέρα τὸ κατέχειν καὶ ταμειουχεῖν, ὅμοιον τῷ «χόλον καταπέψῃ». τινὲς δὲ ἀντὶ τοῦ κατακυβεύσειν ἀπὸ τοῦ πεσσοῦ ὡς δῆθεν τοῦ Ἀγαμέμνονος πλεονάζοντος τῇ τοιαύτῃ παιδιᾷ. [(v. 238) Ὅτι τὸ οὐχί ἐπίρρημα τέτριπται πάνυ τοῖς παλαιοῖς μᾶλλον ἤπερ τὸ ᾗχι ἀντὶ τοῦ ὅπου. διὸ καὶ συναλείφεται τὸ ι τούτου ἐν τῷ οὐχ' οὕτως καὶ οὐχ' ἅλις καὶ τοῖς ὁμοίοις, εἰ καί τινες ἀπαρέσκονται οὐκ ἄνευ λόγου. τὸ μέντοι οὐκί, οἷον «ἢ καὶ ἡμεῖς προσαμύνομεν, ἠὲ καὶ οὐκί» οὐχ' οὕτως εἴθισται εἰς πλατυτάτην χρῆσιν· ὅθεν ἐν τῷ οὐκ ἐθέλω καὶ οὐκ αὐτός καὶ τοῖς ὁμοίοις οὐ κεῖται ἀπόστροφος ὡς ἀπὸ ἐκθλίψεως, ἀλλ' ἐκφωνουμένου μὲν τοῦ ι ἐστι τὸ οὐκὶ ἀρνητικὸν ἐπίρρημα δισύλλαβον, ἐν δὲ συνεπείᾳ μὴ κειμένου τοῦ ι μονοσύλλαβον φαίνεται εἶναι ἐπίρρημα τὸ οὐκ παρὰ πολλοῖς τῶν πεζολογούντων κείμενον.] (v. 239 s.) Ὅτι τὸν Ἀχιλλέα καὶ ἐπαινῶν ὁ Θερσίτης ὅμως οὐδὲν ἧττον καταβάλλειν ἐθέλει. οὔκουν λέγει ἁπλῶς, ὅτι ὁ βασιλεὺς τὸν Ἀχιλλέα ἠτίμησεν, ἄνδρα κράτιστον