Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.323
Not analysed yet
ἢ ἄριστον τῶν Ἑλλήνων, ἀλλὰ αὐτοῦ, τοῦ βασιλέως δηλαδή, μέγα ἀμείνονα φῶτα, ὡς μὴ ἁπλῶς ὄντος ὑπεξῃρημένου τοῦ Ἀχιλλέως, ἀλλὰ κρείττονος ἤπερ ὁ Ἀγαμέμνων. τάχα γὰρ ἑαυτοῦ ὁ ἀγεννὴς ἀμείνονα οὐ κρίνει τὸν Ἀχιλλέα. (v. 241) Καὶ μετ' ὀλίγα δὲ πρᾷον θέλων τὸν Ἀχιλλέα ἐνδείξασθαι διὰ τὸ ἀτελὲς τῆς ξιφουλκίας καὶ τὸ ταχὺ παῦσαι τὸν χόλον ἐνηῆ μὲν αὐτὸν οὐ λέγει, ὅπερ ἀλλαχοῦ τις ἐπὶ Μενελάου καὶ Πατρόκλου φησίν—οἶδε γὰρ ὅτι ἐγκώμιόν ἐστιν ἤθους τὸ προσηνές—ἀλλὰ εἰπὼν ἄχολον εἶναι αὐτὸν οὐκ ἀξιοῖ καὶ τοῦ πρᾷον εἶναι, μεθήμονα δὲ ὀνομάζει εἰπὼν οὕτως· «ἀλλὰ μάλ' οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων». δηλοῖ δὲ ὁ μεθήμων οὐ τὸν πρᾷον, ἀλλὰ τὸν πέπονα καὶ ἀμελητὴν καὶ ἔκλυτον, ἀπὸ τοῦ μεθιέναι, ἀφ' οὗ καὶ ἡ μέθη γίνεται. ἐνταῦθα δὲ λεληθότως καὶ τὴν ἀνδρίαν τοῦ Ἀχιλλέως καταρριπτεῖ ῥωμαλέον μὲν πάνυ αὐτὸν ὑπεμφαίνων, χαῦνον δὲ καὶ οὐ θαρσαλέον οὐδὲ ἐντρεχῆ. (v. 242) Τοῦτο γὰρ δηλοῖ ἐν τῷ «ἦ γὰρ ἂν Ἀτρείδη νῦν ὕστατα λωβήσαιο», ἤγουν ἐὰν χόλον εἶχεν ὁ Ἀχιλλεὺς καὶ οὐχ' ὑπτίαζεν, ἐφ' οἷς ἠδικήθη, οὐκέτι ἂν σὺ ἐλωβήσω τινά. Ὅτι δὲ οὗτος ὁ λόγος χαυνότητα μόνην τοῦ Ἀχιλλέως κατηγορεῖ καὶ μεθημοσύνην, ἀνδρίαν δὲ πολλὴν ὁμολογεῖ, δῆλον ἐκεῖθεν. Ἀχιλλεὺς μὲν γὰρ τοῖς Ἕλλησιν ἀνατιθεὶς τὴν ἑαυτοῦ ἐκδίκησιν ἔφη, ὡς, εἰ μὴ οὐτιδανοῖς ἤνασσες ἀνδράσιν, ὦ βασιλεῦ, ὕστατα ἂν ἐλωβήσω. Θερσίτης δὲ ἱκανὸν εἶναι δεικνὺς καὶ μόνον τὸν Ἀχιλλέα ὑπὲρ ἑαυτοῦ ἀμύνεσθαι, φησίν, ὅτι μεθήμων ὁ Ἀχιλλεύς· ὡς εἰ μὴ τοῦτο ἦν, τὰ ὕστατα νῦν ἐλωβήσω ἄν. οὕτω καὶ μὴ θέλων ὁ κακὸς ἀνδρειότατον τὸν Ἀχιλλέα παραδείκνυσι. Σημείωσαι δὲ ὅτι οὐδὲ ἐνταῦθα ἐν καιρῷ τοῦ Ἀχιλλέως ὑπερπαθεῖ ὁ ἀκαιρολόγος. ἐχρῆν γὰρ τότε αὐτὸν ὑπερλαλεῖν τοιαῦτα τοῦ Ἀχιλλέως, ὅτε ἠτιμοῦτο· ὁ δὲ τότε μὲν φθονῶν τάχα καὶ ἔχαιρε, νῦν δὲ οὐ κατὰ καιρὸν λαλεῖ. (v. 243) Ὅτι βαρυνόμενος οἷον ὁ ποιητὴς κατὰ τοῦ Θερσίτου βραχυλογίᾳ τινὶ λεληθότως τὴν ἐκείνου ἀπόνοιαν ἀμύνεται λέγων· «ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν», οἱονεὶ λέγων, ὅτι τοιαῦτα ὁ τοιοῦτος τοῦ ἀγαθοῦ βασιλέως κατερρητόρευσε. τὸ γὰρ ποιμένα λαῶν οὐ μάτην ἐνταῦθα παρέρριψεν ὁ ποιητής, ἀλλὰ τρόπον τινὰ ἔφη, ὅτι πῶς ἂν ὁ τοιοῦτος τὸν εὐπειθέστατον λαὸν ἴσχυσεν ἐκταράξαι καὶ ἀπεναντίας ἀγαγεῖν τῷ ποιμένι τὸ ποίμνιον; οὐ γὰρ ἁπλῶς ἦρχεν ὁ Ἀγαμέμνων, ἀλλὰ ποιμὴν ἦν λαοῦ. Καὶ σημείωσαι ὅτι οὔτε αἰπόλος οὔτε βουκόλος ἀλλὰ ποιμὴν λέγεται ὁ βασιλεὺς λαῶν, ὅ ἐστιν ἀνθρώπων εὐπειθῶν ὡς οἷα προβάτων προϊστάμενος. οὐδὲν γὰρ τῶν ἄλλων εὐπειθὲς ὡς τὸ πῶϋ τῷ ἄγοντι. Ἔστι δὲ πῶϋ μὲν πλῆθος προβάτων, ποιμὴν δὲ ὁ κατανέμων αὐτά. διὸ καὶ ποιμαίνειν λαὸν ὁ βασιλεὺς λέγεται, οὐ μὴν αἰπολεῖν, πολλῷ δὲ πλέον οὐδὲ βουκολεῖν. τὸ γὰρ βουκολεῖν ταὐτόν ἐστι τῷ ἀπατᾶν· πολλάκις καὶ ὡς φαῦλον λαμβάνεται. τὸ δὲ ποιμὴν λαῶν ταὐτὸν ὂν τῷ «ἀνδρῶν ποιμάνωρ» συνθέτως Αἰσχύλος