Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.333
Not analysed yet
καὶ τὸ ὀδάξ, ὅ ἐστι δηκτικῶς. εἰ δέ τῳ δόξειε ταὐτὸν εἶναι εἰπεῖν ὀμόργειν καὶ ἀμέργειν, ἔχεται λόγου καὶ αὐτό· οὕτω γὰρ τὰς ἀσταφίδας καὶ ὀσταφίδας φαμὲν καὶ τὸν ἀστακὸν ὀστακόν.] (v. 270) Τὸ δέ «οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπ' αὐτῷ ἡδὺ γέλασαν» σχῆμά ἐστιν ἀμφιβολίας. οἱ μὲν γάρ φασιν, ὅτι ἀχνύμενοί περ ἐπ' αὐτῷ ὡς πληγέντι, ὅμως διὰ τὸ ἀχρεῖον τοῦ βλέμματος γαληνιάσαντες ἡδὺ ἐγέλασαν, ὅπερ οὐκ ἂν εὖ ἔχοι. πῶς γὰρ ἄχθονται δι' αὐτόν, οἳ αὐτῷ ἐκπάγλως κοτεόντο καὶ ἐνεμέσων, ὡς εἶπεν ὁ ποιητής. Ἕτεροι δέ φασι κάλλιον, ὅτι καίτοι ἀχνύμενοι ἐπὶ τῇ ἀναβολῇ τῆς ἀνακομιδῆς, ἤγουν ἐπὶ τῇ ἀργίᾳ τοῦ νόστου, ὅμως ἐπ' αὐτῷ ἡδὺ ἐγέλασαν· ἐπ' αὐτῷ δέ, ἢ τῷ Θερσίτῃ ἢ τῷ ἀχρείῳ τοῦ βλέμματος. [(v. 271) Ὅτι καθὰ ἐξ ἀφορμῆς ἀορίστου τοῦ ἔθρεξα καὶ ὁμόκλησα καὶ τῶν ὁμοίων γίνεται τὸ θρέξασκε καὶ ὁμοκλήσασκε καὶ ἄλλα ὅμοια, οὕτω καὶ ἀπὸ τρίτων ἑνικῶν τοῦ εἶπεν, ἔρεζεν, ἦρδεν, ὅ ἐστιν ἔθυε, παράγεται τὸ εἴπεσκε, ῥέζεσκεν, ἔρδεσκε καὶ ἕτερα τοιαῦτα, ὧν αἱ θεματικαὶ παραγωγαὶ διὰ τοῦ εσκω εἰσιν] (v. 271—3) Ὅτι ἔθος ἔχει ὁ ποιητὴς καὶ ἠθοποιΐας παρενσπείρειν τῇ ποιήσει καὶ αὐτὰς πῇ μὲν ἀπό τινος ὡρισμένου προσώπου γυμνάζων, ποίους ἂν εἴποι λόγους τόδε ἢ ἐκεῖνο τὸ πρόσωπον, πῇ δὲ ἐπὶ πλήθους ἀορίστως, ὅτε καὶ εἴωθεν οὔτε πολυλογεῖν καὶ τὴν εἰσβολὴν δὲ οὕτω ποιεῖν· «ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων» ἤ «ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε» ἤ «ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον», ὥσπερ δὴ καὶ ἐνταῦθα ἐπὶ τῶν Ἑλλήνων εἰπὼν ἐπάγει κατὰ λόγον συντομίας ἐκεῖνα εἰπεῖν τοὺς Ἕλληνας· «ὢ πόποι, ἦ δὴ μυρία Ὀδυσσεὺς ἐσθλὰ ἔοργε βουλάς τ' ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων». Τοῦτο δὲ πρέποι ἂν εἰς ἐγκώμιον παντὸς ἀνδρὸς φρονίμου τε καὶ ἀνδρείου. καὶ σημείωσαι καὶ νῦν ὅτι τοῦτο ἦν, ᾧ διέφερεν Ὀδυσσεὺς τοῦ Νέστορος, βουλευτὴς μὲν γὰρ ἀγαθὸς καὶ ὁ Νέστωρ, οὐ μὴν ἄρτι καὶ πολεμιστής. (v. 274 s.) Εἶτά φασιν οἱ Ἀχαιοὶ καὶ ὅτι «νῦν δὲ τόδε μέγ' ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν, ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχεν ἀγοράων». καὶ ὅρα ὅπως μισοῦσι μὲν τὸν Θερσίτην οἱ Ἕλληνες, φιλοῦσι δὲ τὸν Ὀδυσσέα, καὶ ὅπως φιλαλήθεις εἰσίν, οἳ καὶ ἀχνύμενοι ὅμως οὐκ ἀποκρύπτουσι τὸν τοῦ Ὀδυσσέως ἔπαινον. λέγουσι δὲ καὶ ὅτι οὐκ ἂν εἰσαῦθις τὸν Θερσίτην ἀναπείσῃ θυμὸς ἀγήνωρ νεικεῖν τοὺς βασιλεῖς. τοῦτο δὲ λέγει ὁ