Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.334
Not analysed yet
ποιητὴς ἀναφωνῶν, ὡς οὐκέτι οὐδαμοῦ μεμνήσεται τοῦ Θερσίτου, ἀχρείου ἀνθρώπου καὶ οὐδὲν τῇ αὐτοῦ ποιήσει προσήκοντος, ἐπεὶ μηδὲ παίζειν ἐθέλει καὶ συχνὰ γελωτοποιεῖν. οὐ γὰρ κόσμου χάριν οὐδὲ ὕψους τοῦ ἐν λόγῳ τὸ τοῦ Θερσίτου παρενέθετο ἐπεισόδιον ὁ ποιητής, ὁποῖα πολλὰ ποιεῖ, ἀλλὰ χάριν ἱστορικῆς τινος μεθόδου, ἣν ἀνύσας οὐκέτι δεύτερον αὐτῇ χρήσεται. καὶ ἴσως διὰ τοῦτο ἐποίησε τὸν Ὀδυσσέα πληγὴν ἐπεντρίψαντα τῷ Θερσίτῃ αὐτίκα νῦν. εἰ γὰρ καὶ ὑπέσχετο ἄλλοτε τοῦτο ποιήσειν, ἀλλ' ὁ Θερσίτης οὐκέτι λαλήσει· οὐκοῦν οὐδὲ πληγήσεται. πληκτέον ἄρα τὸν ἀδόλεσχον πρὸς τὸ παρόν, ἵνα μηδέν τι ἀτιμίας ἐλλείπῃ αὐτῷ μήτε τῆς ἐν λόγοις μήτε τῆς ἐν ἔργοις. (v. 272) Τὸ δέ «ὢ πόποι» φανερῶς ἐνταῦθα ἐπὶ θαύματος κεῖται· θαυμάζοντες γὰρ Ἕλληνες τὸν Ὀδυσσέα τὸ «ὢ πόποι» φασί. Τὸ δέ «ἔοργε», καθὰ καὶ προεγράφη, μέσος παρακείμενός ἐστιν ἀπὸ τοῦ ἔργω βαρυτόνου ῥήματος ἢ ἐργῶ περισπωμένου, ὡς ἀπὸ τοῦ ἔλπω τὸ ἔολπεν. [Εἰ δέ ἐστιν ὑποδύσκολον ἐκ τοῦ ἔργω δισυλλάβου γίνεσθαι τὸ ἔοργα, ἐξ οὗ τὸ ἔοργε, νοητέον ὡς πλεονασμῷ τοῦ ε γενόμενον ἐκεῖνο ἐέργω ἀπετέλεσε μέσον παρακείμενον ἤοργα καὶ Ἰωνικῶς ἔοργα.] Ζητητέον δέ, εἴπερ ἡ ἐόργη, τουτέστιν ἡ τορύνη, καὶ τὸ ἐοργίζεται, ἤγουν τορυνᾶται, τὰ παρὰ Αἰλίῳ Διονυσίῳ καὶ Παυσανίᾳ, ἐκ τοιούτου ἔοργα γίνεται. ἴσως δὲ καλὸν εἰπεῖν, ὅτι οὐχί, ἀλλ' ἐκ τοῦ ὀργάζω, οὗ κεῖται ἡ χρῆσις παρὰ τῷ Κωμικῷ. ὡς γὰρ ὀργάζεταί τις πηλὸν κυκῶν καὶ ἀναταράττων, οὕτω τρόπον τινὰ καὶ ἐοργίζεται, ὅ ἐστι τορυνᾶται. (v. 273) Τὸ δέ «βουλὰς ἐξάρχων ἀγαθάς» ἔλλειψιν ἔχει προθέσεως, ἵνα ᾖ «εἰς βουλὰς ἐξάρχων ἀγαθάς». ἄλλως γὰρ τὸ ἐξάρχειν γενικῇ συντάσσεται· ἔφη γοῦν πρὸ μικροῦ «βουλῆς ἐξῆρχε νέεσθαι». ὁμοίως δὲ ἐλλιπὲς καὶ τὸ «κορύσσων πόλεμον». οὐ γὰρ κυρίως ἂν λέγοι τις κορύσσειν μάχην, ἀλλὰ κορύσσειν τινὰς εἰς μάχην, εἰ μή τις σωματοειδῶς νοεῖ τὸν πόλεμον· τότε γὰρ κορύσσει Ὀδυσσεὺς αὐτὸν δὴ τὸν πόλεμον. [Κατὰ δὲ τὸ «βουλὰς ἐξάρχων» ἐλλέλειπται καὶ τὸ «στρόμβῳ τὸν αἱματηρὸν ἐξάρχων νόμον». τὸ δ' αὐτὸ γίνεται καὶ ἐπὶ τοῦ κατάρχειν ἐν τῇ τραγῳδία. ἴσως δὲ καὶ τὸ «ψαύων τὸν θεόν» παρὰ Σοφοκλεῖ.] (v. 275) Λωβητῆρα δὲ τὸν Θερσίτην λέγει οὐκ ἔργοις, ἀλλὰ λόγοις. τί γὰρ εἶχε βλάπτειν ἔργοις ὁ οὐτιδανός; διὸ ἐφερμηνεύων ἐπεσβόλον αὐτὸν λέγει, τουτέστιν, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν κάλλιον κεῖται, ἔπεσιν ὡς βέλεσι βάλλοντα, ὃ ταὐτόν ἐστι τῷ βλάσφημον· βλάσφημος γὰρ ὁ βάλλων ταῖς φήμαις λέγεται. Ὅρα δὲ καὶ ὅτι διεξοδικῶς τὸν Θερσίτην ὁ ποιητὴς πρὸ μικροῦ κακολογήσας, ἐνταῦθα διὰ βραχέων αὐτὰ λέγει λωβητῆρα εἰπὼν καὶ ἐπεσβόλον καὶ ἔχοντα θυμὸν ἀγήνορα ἤγουν θρασύν· καὶ δείκνυσι καὶ ἐνταῦθα, ὅπως καὶ ἐπὶ τοῖς αὐτοῖς καὶ εὐρυλογεῖν δύναται καὶ στενολεσχεῖν,