Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.335
Not analysed yet
δι' ὧν καὶ τοὺς ἀκροατὰς παιδεύει οὕτω ποιεῖν. (v. 276) Τὸ δὲ ἀγήνωρ, εἰ καὶ νῦν ἐπὶ ψόγῳ εἴληπται, ἀλλὰ τὸν ἀνδρεῖον ἐν ἄλλοις δηλοῖ, ὡς ἐν καιρῷ δειχθήσεται· (v. 278) Ὅτι τὰ συλληπτικὰ ὀνόματα, οἷον τὸ δῆμος, ὄχλος, πλῆθος, χορός, ὡς μὲν ἑνικὰ ἑνικοῖς συντάσσεται ῥήμασιν, ὡς δὲ πλῆθος δηλοῦντα δύνανται καὶ πληθύνεσθαι τῷ ῥήματι, οἷον ὁ δῆμος ἐστασίασαν, ὁ ὄχλος ἐξεβόησαν, τὸ πλῆθος ἠλάλαξαν, ὁ χορὸς ἔμελψαν. οὕτω καὶ ἐνταῦθα ἐσχημάτισται τὸ «ὣς φάσαν ἡ πληθύς». καὶ ἔστιν Ἀττικὸν τὸ σχῆμα· καίτοι εἶχεν ὁ ποιητὴς εἰπεῖν «ὣς ἔφαθ' ἡ πληθύς», ἀλλ' οὐκ ἠθέλησεν. Ὅτι τὸν Ὀδυσσέα μὲν καὶ ἐνταῦθα καὶ ἀλλαχοῦ, ὡς καὶ προερρέθη, πτολίπορθον λέγει ὁ ποιητὴς διὰ μίαν πόλιν τὴν Τροίαν, τὸ τοῦ πολέμου κεφάλαιον. φησὶ γάρ που· «σῇ δ' ἥλω βουλῇ Πριάμοιο πόλις». Ἀχιλλέα δὲ τὸν πολλὰς πόλεις παραστησάμενον Ἕλλησιν ἅπαξ που πτολίπορθον ὀνομάσαι ἠξίωσεν, ὡς δειχθήσεται. [Ὡς δὲ ὁ πτολίπορθος καὶ πτολιπόρθιος λέγεται πεντασυλλάβως, ἑτέρωθι φανεῖται παρὰ τῷ ποιητῇ. οὕτω δὲ καὶ οἱ Δάρδανοι Δαρδάνιοί που λέγονται παρ' αὐτῷ, ἔνθα σημειωτέον ὡς Δαρδάνιος μὲν τὸ τοπικὸν διὰ τοῦ ι γράφεται, Δαρδάνειος δὲ ποταμὸς ἐν διφθόγγῳ.] (v. 280 s.) Ὅτι ἔργον κηρύκων οὐ μόνον κηρύσσειν ἐλθεῖν εἰς ἀγορὰν τὸν λαόν, ἀλλὰ καὶ κελεύειν ἐν ἀγορᾷ τὸν λαὸν σιωπᾶν, ὃ δὴ ἐνταῦθα ἡ Ἀθηνᾶ ποιεῖ ὁμοιωθεῖσα κήρυκι διὰ τὸν Ὀδυσσέα καὶ κελεύουσα σιωπᾶν, ὡς ἂν ἅμα οἱ πρῶτοί τε καὶ ὕστατοι μῦθον ἀκούσειαν καὶ ἐπιφρασαίατο βουλήν. Δῆλον δὲ ὅτι Ἀθηνᾶ νῦν ἡ τοῦ Ὀδυσσέως ἐστὶ σύνεσις, δι' ἣν σιωπῶσιν οἱ Ἕλληνες καραδοκοῦντες τὴν ἐκείνου, ὡς εἰκός, δημηγορίαν, ὅτε μετὰ τὴν τοῦ Θερσίτου πληγὴν καθεσθεὶς εἶτα ἀνέστη. καὶ ἤρκει αὐτῷ ἀντὶ κήρυκος ἡ φρόνησις, δι' ἣν σιωπῶσιν οἱ Ἀχαιοὶ ἐκκρεμάμενοι τῆς ἐκείνου γλώσσης καὶ τοιούτου ἀκούειν ἐφιέμενοι ῥήτορος. Σχῆμα δέ ἐστι κἀνταῦθα τὸ κατὰ τὸ σιωπώμενον. ὅτι μὲν γὰρ πλήξας Ὀδυσσεὺς τὸν Θερσίτην ἐκαθέσθη, ἐσιώπησεν Ὅμηρος· ἀναστῆναι δὲ νῦν λέγων αὐτὸν δηλοῖ, ὅτι προσεχῶς ἐκάθητο. (v. 281) Τὸ δέ «ὡς ἂν ἅμα οἱ πρῶτοι καὶ ὕστατοι ἀκούσειαν» εὐρύφωνον ἐμφαίνει τὸν Ὀδυσσέα εἶναι καὶ βοὴν ἀγαθόν, ὃ καὶ ἀλλαχοῦ δηλοῦται, ὅτε ὄπα μεγάλην αὐτὸς ἐκ στήθεος ἵησι. διὸ καὶ πρὸ τοῦ Νέστορος δημηγορεῖ ἔτι τεταραγμένου τοῦ δήμου, ὅτε καὶ γεγωνοτέρας ἔδει βοῆς τῷ δημηγορήσοντι. ὁ δέ, ὡς εἰκός, τρομαλεόφωνος γέρων Νέστωρ μετὰ τὸν Ὀδυσσέα δημηγορήσει ἀγόντων ἡσυχίαν τῶν Ἀχαιῶν. (v. 284 ss.) Ὅτι ποικίλη μὲν ἡ τοῦ Ὀδυσσέως δημηγορία καὶ πολυειδὴς